ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 22 Μαΐου 2023

Ο ΟΣΙΟΣ ΜΙΧΑΗΛ Ο ΟΜΟΛΟΓΗΤΗΣ

23 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιζ΄ 19-28

  19 Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. 22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. 24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· τοῦ γὰρ καὶ γένος ἐσμέν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ιβ΄ 19-36

  19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. 20 Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ· 23 ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. 27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34 ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 36 ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΜΙΧΑΗΛ Ο ΟΜΟΛΟΓΗΤΗΣ

     Στίς 23 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Μιχαήλ τοῦ ὁμολογητοῦ, ἐπισκόπου Συννάδων. Ὁ ὅσιος πατήρ ἡμῶν Μιχαήλ ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορος Λέοντος τοῦ Ἀρμενίου (813 – 820). Ἀφιερώθηκε ἀπό μικρή ἡλικία στόν Θεό καί καθάρισε τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία καί ἔτσι ἀπέκτησε ὅλες τίς ἀρετές σέ τέλειο βαθμό, μάλιστα ἔγινε ἱερεύς καί ἀργότερα ἀρχιερεύς. Ἀγωνίστηκε κατά τῆς αἱρέσεως τῶν εἰκονομάχων κηρύττοντας μέ παρρησία τήν προσκύνηση τῆς θείας εἰκόνος τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό ὁ αἱρετικός αὐτοκράτορας, ἐπειδή δέν ὑπέφερε τό θεῖο κήρυγμα τοῦ ὁσίου Μιχαήλ, ὁ ὁποῖος τόν ἔλεγχε μέ θάρρος καί ἀνδρεία ὁμολογώντας ὅτι «Τήν ἄχραντον εἰκόνα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εὐσεβῶς σέβομαι καί προσκυνῶ καί τῆς θείας αὐτοῦ μητρός, τό δέ δόγμα σου πτύω καί ὡς οὐδέν λογίζομαι» τόν κατεδίκασε σέ ἐξορία, ὅπου παρά τίς ταλαιπωρίες καί τίς κακουχίες πού ὑπέστη, κράτησε ἀμόλυντο τόν ἑαυτό του ἀπό κάθε ἁμαρτία. Διωκόμενος ἀπό τόπο σέ τόπο καί ὑπομείνας πολλές θλίψεις παρέδωσε τό πνεῦμα του στόν Κύριο κοσμούμενος μέ τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον (Ἦχος δ΄. Ταχύ προκατάλαβε)

  Θεῷ ἀναθεμένος, τὴν σὴν ζωὴν ἐκ παιδός, ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, Χριστοῦ ἱερώτατε· ὅθεν τὴν τοῦ Δεσπότου, ὡς τιμήσας Εἰκόνα, θλίψεις ἐν ἐξορίαις, Μιχαὴλ καθυπέστης· καὶ νῦν ἀναπηγάζεις ἡμῖν, ῥεῖθρα ἰάσεων.

Μεγαλυνάριον

  Κλῆσιν ἀγγελώνυμον ἐσχηκώς, ἰσάγγελος ὤφθης, ἐν τῷ κόσμῳ μετὰ σαρκός, ὡς ἱερομύστης, καὶ στῦλος Ἐκκλησίας· ἔνθεν ὦ Μιχαήλ σε, Χριστὸς ἐδόξασε.