ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 24 Δεκεμβρίου 2022

Η ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΣ ΕΥΓΕΝΙΑ

24 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ΄. 8-12

  8 Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά· 11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ΄. 19-29

  19 Ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20 Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21 ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· 24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25 ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26 τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βοῤῥᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η  ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΣ  ΕΥΓΕΝΙΑ

     Στίς 24 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς μάρτυρος Εὐγενίας, ἡ ὁποία καταγόταν ἀπό τή Ρώμη καί ἔζησε τόν 3ο αἰῶνα μ.Χ. Ὅταν ὁ πατέρας της διορίσθηκε ἔπαρχος στήν Ἀλεξάνδρεια μετέβη ὅλη ἡ οἰκογένεια ἐκεῖ, ὅπου ἡ Εὐγενία συνέχισε τίς σπουδές της. Ἐκεῖ δέχτηκε τή χριστιανική διδασκαλία καί πίστεψε ὁλοκαρδίως, ἀφήνοντας πίσω της κάθε κοσμικό καί μάταιο. Ἀρνήθηκε νά παντρευτεῖ, παρά τίς προτροπές τῶν γονέων της. Ἐπειδή οἱ πιέσεις ἦταν ἀφόρητες, ἀναχώρησε ἀπό την πόλη, ἔγινε μοναχή καί ἐκρύπτετο. Ἀργότερα ἐπέστρεψε στη Ρώμη μέ τήν οἰκογένειά της, ὅπου συνέχισε να διαδίδει τή χριστιανική πίστη. Ἡ δράση της ἐνοχλοῦσε τούς εἰδωλολάτρες, οἱ ὁποῖοι την ὁδήγησαν στήν ὁδό τοῦ μαρτυρίου.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Θείου Πνεύματος, τῇ ὑμνωδίᾳ, φῶς προσέλαβες, θεογνωσίας, Εὐγενία Χριστοῦ Καλλιπάρθενε· καί ἐν Ὁσίων χορείᾳ ἐκλάμψασα, ἀθλητικῶς τόν ἐχθρόν ἐθριάμβευσας. Μάρτυς ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Μεγαλυνάριον

Ὄρπηξ εὐγενείας θεοειδοῦς, ἤθεσιν ὁσίοις καί ἀγῶσιν ἀθλητικοῖς, ὤφθης Εὐγενία· ἐντεῦθεν ἐνυμφεύθης, τῷ Ὑπερθέῳ Λόγῳ ὡς καλλιπάρθενος.