ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 5 Δεκεμβρίου 2022

Ο ΟΣΙΟΣ ΣΑΒΒΑΣ Ο ΗΓΙΑΣΜΕΝΟΣ

 5 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. ε΄ 22 – ς΄ 2

   22 δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

  ς΄ 1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ια’ 27 – 30

  27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΣΑΒΒΑΣ Ο ΗΓΙΑΣΜΕΝΟΣ

   Στίς 5 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Σάββα τοῦ ἡγιασμένου. Ὁ ὅσιος Σάββας γεννήθηκε τό 439 στήν περιοχή τῆς Καππαδοκίας, ἀπό γονεῖς εὐσεβεῖς καί πλουσίους, τόν Ἰωάννη καί τήν Σοφία. Ἀπό μικρή ἡλικία ἔγινε μοναχός στήν Μονή τῶν Φλαβιανῶν, ὅπου διέπρεψε στήν ἐγκράτεια, στίς σωματικές κακοπάθειες καί ἰδιαιτέρως στήν πίστη. Ὁ ὅσιος ἀφοῦ παρέμεινε δέκα ἔτη, σέ ἡλικία δέκα ὀκτώ χρονῶν ἐπῆγε στήν Παλαιστίνη, γιά νά ἀσκηθῆ κοντά στόν ἅγιο Εὐθύμιο. Γιά τό νεαρό ὅμως τῆς ἡλικίας του ὁ ἅγιος Εὐθύμιος τόν ἔστειλε στήν Μονή τοῦ ἁγίου Θεοκτίστου, ὅπου παρέμεινε ἐκεῖ καί ἐνέτεινε τούς ἀσκητικούς του ἀγῶνες μέχρι τήν κοίμηση τοῦ ὁσίου Εὐθυμίου. Κατόπιν στό τριακοστό πέμπτο χρόνο τῆς ἡλικίας του ἀναχώρησε γιά τήν ἀνατολική πλευρά τῆς ἐρήμου τῆς Ἰουδαίας, ὅπου στήν ἀρχή συνδέθηκε μέ τόν ἅγιο Θεοδόσιο καί μετά ἀπό τέσσερα χρόνια ἀποσύρθηκε σέ σπήλαιο. Ἀφοῦ χειροτονήθηκε πρεσβύτερος ἄρχισαν νά μαζεύωνται μοναχοί κάτω ἀπό τήν ἐπιστασία του καί ἔτσι ἱδρύθηκε ἡ Λαύρα τοῦ ἁγίου Σάββα. Ὁ ὅσιος Σάββας τά ἑπόμενα χρόνια ἐπιδόθηκε στήν πνευματική καλλιέργεια τῶν μοναχῶν καί ἵδρυσε νέες Μονές ἐξ αἰτίας τοῦ μεγάλου πλήθους των. Μάλιστα ἐστάλη σάν πρέσβυς δύο φορές στήν Κωνσταντινούπολη γιά τίς πνευματικές ἀνάγκες τοῦ Πατριαρχείου Ἱεροσολύμων. Ὁ ὅσιος Σάββας στολισμένος μέ ὅλες τίς κατά Θεόν ἀρετές κοιμήθηκε σέ ἡλικία ἐνενήντα τεσσάρων χρονῶν ἔχοντας λάβει ἀπό τόν Θεό τό χάρισμα τῆς θαυματουργίας. Τό λείψανό του βρίσκεται σήμερα ἀκέραιο στήν Ἱερά Μονή του καί εἶναι πηγή θαυμάτων καί πνευματικῶν καί σωματικῶν ἰάσεων.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης)

Τῶν Ὁσίων ἀκρότης καὶ Ἀγγέλοις ἐφάμιλλος, ὡς Ἡγιασμένος ἐδείχθης, ἐκ παιδὸς Σάββα Ὅσιε· οὐράνιον γὰρ βίον ὑπελθών, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς, διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Ὤφθης ὑποτύπωσις καὶ κανών, θεοφόρε Σάββα, ὡς τοῦ Πνεύματος θησαυρός, Ὁσίων Πατέρων, ῥυθμίζων καὶ ἰθύνων, πρὸς κλῆρον ἀφθαρσίας τοὺς πειθομένους σοι.