ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 4 Δεκεμβρίου 2022

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ

4 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ’ 23 – δ’ 5

    23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.

   δ΄ 1 Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ’ 10-17

   10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ

    Στίς 4 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἰωάννου πρεσβυτέρου τοῦ Δαμασκηνοῦ. Ὁ ἅγιος Ἰωάννης γεννήθηκε στην Δαμασκό στά τέλη τοῦ 7ου αἰώνα, ἀπό γένος λαμπρό καί στολισμένο μέ τήν ὀρθόδοξο πίστη καί ὁ πατέρας του Σέργιος ἦταν ἀξιωματοῦχος τοῦ ἄραβα χαλίφη τῆς Δαμασκοῦ. Ἐπειδή ὁ Σέργιος ἦταν ἄνθρωπος τῆς ἀρετῆς, ἐξαγόρασε αἰχμάλωτο μοναχό γιά τήν μόρφωση τοῦ γιοῦ του Ἰωάννη καί τοῦ θετοῦ γιοῦ του Κοσμᾶ, τόν μετέπειτα ἐπίσκοπο Μαϊουμᾶ, ἕνα ἄνδρα σοφώτατο καί εὐλαβῆ, ὁ ὁποῖος τούς μόρφωσε ἄριστα σέ ὅλους τούς τομεῖς τῆς γνώσης. Μετὰ τὴν κοίμηση τοῦ Σεργίου, ὁ Ἰωάννης παρά τήν ἄρνησή του διορίσθηκε σύμβουλος τοῦ Χαλίφη. Ὅταν ὅμως ὁ Χαλίφης Ὀμάρ Β΄ ἐξήγειρε διωγμό κατά τῶν χριστιανῶν, οἱ δύο ἀδελφοί ἀναχώρησαν γιά τήν Ἱερουσαλήμ, ὅπου ὁ Ἰωάννης, ἀφοῦ ἐκάρη μοναχός στήν Μονή τοῦ ἁγίου Σάββα, ὑποτάχθηκε σέ σοφό καί μεγάλο γέροντα, ἀπό τόν ὁποῖο διδάχθηκε ὅλες τίς ἀρετές, ἰδιαίτερα ὅμως τήν ὑπακοή. Ὁ μακάριος αὐτός γέροντας ἀπαγόρευσε στόν Ἰωάννη νά ψέλνη, παρά τίς ἱκανότητές του, προσταγή τήν ὁποία τήρησε ἀδιακρίτως γιά πολλούς χρόνους. Ἕως ὅτου ἡ Ὑπεραγία Θεοτόκος ἐμφανίσθηκε σέ ὄνειρο στόν γέροντα καί τοῦ εἶπε νά παρακινήση τόν Ἰωάννη νά συγγράψη ὕμνους πού νά δοξολογοῦν τόσο τόν Υἱόν της ὅσο καί τήν ἰδία, πρός δόξαν Θεοῦ καί χαρά τῶν χριστιανῶν. Ἐπίσης, ὁ θεῖος Ἰωάννης συνέγραψε πάμπολλα συγγράμματα, τά ὁποῖα ἐξηγοῦν κάθε ἀπορία τῆς Ἁγίας Γραφῆς ἀλλά καί γιά κάθε ζήτημα. Ἀκόμα στηλίτευσε μέ σπουδαίους λόγους τήν αἵρεση τῶν εἰκονομάχων. Ἔζησε μέχρι τέλος τῆς ζωῆς του μέ ἄκρα ἄσκηση καί σέ ἡλικία ἑκατόν τεσσάρων χρόνων κοιμήθηκε ἐν Κυρίῳ.

 

Ἀπολυτίκιον

(Ἦχος γ’. Θείας πίστεως.)

   Θεῖον ὄργανον, τῆς Ἐκκλησίας, λύρα εὔσωμος, τῆς εὐσεβείας, ἀνεδείχθης Ἰωάννη πανεύφημε· ὅθεν πυρσεύεις τοῦ κόσμου τὰ πέρατα, ταῖς τῶν σοφῶν σου δογμάτων ἑλλάμψεσι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμῖν τὸ μέγα ἔλεος.

 

Μεγαλυνάριον

  Ὑψηλῶν δογμάτων ἑρμηνευτά, ἱερῶν ἀσμάτων, θεορρῆμον ὑφηγητά, χαίροις Ἰωάννη, ὁ πάντας διεγείρων, τοῖς μελιχροῖς σου ὕμνοις, πρός θείαν αἴνεσιν.