ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 2 Δεκεμβρίου 2022

Η ΜΑΡΤΥΣ ΜΥΡΟΠΗ

2 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Θεσ. γ΄ 6 – 18

   6  Ὅς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. 7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. 10 καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.

 14 ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται, 15 ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ΄ 19-26

   19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· 22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; 24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. 25 ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΜΑΡΤΥΣ ΜΥΡΟΠΗ

    Στίς 2 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς μάρτυρος Μυρόπης, ἡ ὁποία καταγόταν ἀπὸ τὴνἜφεσο κι ἔζησε τὸν 3ο αἰώνα. Νωρὶς ἔχασε τὸν πατέρα της καὶ ἀνετράφη ἀπὸ τὴν μητέρα της, ποὺ καταγόταν ἀπὸ τὴ Χίο. Κατὰ τὸ διωγμὸ τοῦ Δεκίου ἐγκαταστάθηκε μὲ τὴ μητέρτης στὴ Χίο, ὅπου καὶ ἐπιδόθηκε στὴ διάδοση τῆς Χριστιανικῆς θρησκείας. Δὲν ἄργησε νὰ ἐπεκταθεῖ ὁ διωγμὸς καὶ στὴ Χίο, θύμα τοῦ ὁποίου ἦταν καὶ ὁ μακάριος Ἰσίδωρος. Μάλιστα ὁ εἰδωλολάτρης ἄρχοντας Νουμέριος εἶχε διατάξει νὰ παραμείνει ἄταφο τὸ σῶμα τοῦ μάρτυρα.Παρὰ τὴ διαταγὴ ἡ Μυρόπη μαζὶ μὲ ἄλλες γυναῖκες πῆραν τὸ σῶμα καὶ τὸ ἔθαψαν μὲ πολλὴ εὐλάβεια.Παράλληλα ἡ Μυρόπη φανέρωσε στὸν Νουμέριο τὴν πράξη της, ἀλλὰ καὶ τὴ δική της πίστη στὸ Χριστό. Ὁ Νουμέριος ἄρχισε τὰ βασανιστήρια στὴν ἁγία, ἡ ὁποία στὴφυλακὴ παρέδωσε τὸ πνεῦμα της καὶ ἔλαβε τὸν στέφανο τοῦ μαρτυρίου.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.)


    Καλλιμάρτυς Μυρόπη, καί Χριστοῦ Νύμφη ἄφθορε, νῦν Αὐτῷ παρεστῶσα ὡς ὠραία καί πάγκαλος, ὡς λίθους φαιδρούς καί διαυγεῖς, τά στίγματα φέρουσα σαρκός, καί αἱμάτων τήν πορφύραν ὡς βασιλίς περικειμένη ἔνδοξε, δυσώπει αὐτόν ὑπέρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σου, ὕμνοις ἐπινικίοις καἰ ὠδαῖς τήν θείαν Ἄθλησιν.