ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 1 Δεκεμβρίου 2022

ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΝΑΟΥΜ

 1 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Θεσ. β’ 13 – γ΄ 5

    13  Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾿ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, 14   εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15 Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν. 16 Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ.

   γ΄ 1 Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, 2 καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. 3 πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4  Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ᾿ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν καὶ ποιεῖτε καὶ ποιήσετε. ,5 Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κ’ 9-18

 

   9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. 10 καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. 11 καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΠΡΟΦΗΤΗΣ ΝΑΟΥΜ

     Τήν πρώτη Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Προφήτου Ναούμ. Καταγόταν ἀπό μία περιοχή ὀνόματι Ἐλκεσέμ καί ἀπό τήν φυλή τοῦ Συμεών, ἔζησε δέ τό 460 π.Χ. Ἔδρασε μετά τόν προφήτη Ἰωνᾶ καί μάλιστα ἔδωσε σημεῖο γιά τήν Νινευΐ, ὅτι ἐπρόκειτο νά ἀφανισθεῖ ἀπό γλυκά νερά καί ἀπό ὑπόγεια φωτιά. Πράγματι ἡ προφητεία του ἐκπληρώθηκε καί ἡ λίμνη ἡ ὁποία περιτριγύριζε τήν Νινευΐ, πλημμύρισε ἐξ’ αἰτίας ἑνός σεισμοῦ καί καταπόντισε τήν πόλη, ἀλλά καί φωτιά προερχομένη ἀπό τήν ἔρημο κατέκαυσε τό ὑψηλότερο μέρος τῆς πόλεως. Συνέγραψε τίς προφητεῖες του σέ τρία κεφάλαια, ἐκοιμήθη εἰρηνικά καί ἐτάφη στήν πατρίδα του. Τό ὄνομα Ναούμ ἑρμηνεύεται “ἀνάπαυση” ἤ “παράκλησις ἐγώ πᾶσιν” ἤ “φρόνημα” ἤ “ὑπόληψις”.

 

Ἀπολυτίκιον

(Ἦχος γ’. Θείας πίστεως.)


Νόμῳ ἔλαμψας, προαναγγέλλων, τάς τῆς χάριτος, Ναοὺμ Προφήτα, ὁμωνύμως παρακλήσεις ἐν Πνεύματι· δι’ ὧν ὁ Λόγος οὐσίαν τὴν βρότειον, ἐπιφανείς τοῖς ἀνθρώποις κατηύφρανεν· ὅθεν πρέσβευε, Τριάδι τῇ πανοικτίρμονι, δωρήσασθαι ἠμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

    Φρόνημα οὐράνιον ἐσχηκώς, οὐρανίου δόξης, ἐχρημάτισας θεωρός, βίῳ τε τὸν λόγον, Ναοὺμ ἐπισημαίνων· διὸ σὲ ὡς Προφήτην, θεῖον γεραίρομεν.