ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. β΄ 16-20
16 Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 41-56
41 Ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
O ΟΣΙΟΣ ΛΟΥΚΑΣ Ο ΕΚ ΣΙΚΕΛΙΑΣ
Στίς 6 Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Λουκᾶ, τοῦ ἐκ Σικελίας. Ὁ ἅγιος Λουκᾶς καταγόταν ἀπό τήν πόλη Ταυρομενία τῆς Σικελίας, εἶχε μεγάλη ἀγάπη πρός τόν Χριστό καί τοῦ ἄρεσε νά συχνάζη στήν ἐκκλησία καί νά κάνη πράξη τούς λόγους τοῦ Εὐαγγελίου. Ὅταν ἦταν δεκαοκτώ χρόνων, ἐπειδή οἱ γονεῖς του ἤθελαν νά τόν νυμφεύσουν, ἀναχώρησε ἀπό τήν πατρική του οἰκία καί πῆγε σέ ἐρημικό τόπο, ὅπου συναναστρεφόταν μέ τά θηρία καί παρέμεινε ἐπί σαράντα ἡμέρες νηστικός· γιά τόν λόγο αὐτό ἀξιώθηκε ἀγγελικῆς ἐπισκέψεως. Κατόπιν πῆγε σέ μοναστήρι, ὅπου ἐκάρη μοναχός. Ἀπό τότε ἐνέτεινε τούς πνευματικούς του ἀγῶνες, ἔτρωγε κάθε τρεῖς ἤ τέσσερεις ἡμέρες, μόνον ψωμί καί ἔπινε μόνον νερό, χωρίς νά ἀπολαμβάνη καμία σωματική ἀνάπαυση. Μετά πῆγε στό βουνό τῆς Αἴτνας, ὅπου τρεφόταν μόνον μέ χόρτα, κοιμόταν λίγο καί εἶχε μόνο ἕνα ἔνδυμα, ἦταν δέ ξυπόλυτος καί εἶχε βάλει κανόνα νά μή ἐξέρχεται ἀπό τό κελλί του χωρίς νά ἔχη διαβάσει ὅλο τό ψαλτήρι. Ἔτσι, ὁ Κύριος τόν στόλισε πλούσια μέ τήν χάρη του καί ἀξιώθηκε νά ἑρμηνεύη δυσνόητα χωρία τῆς Γραφῆς. Ἦταν τέτοια ἡ δωρεά τοῦ Θεοῦ, πού κάποιοι ἔλεγαν «Πόθεν οὗτος οἶδε γράμματα μή μεμαθηκώς;». Μετά ἀναχώρησε ἀπό ἐκεῖ καί πῆγε στό Βυζάντιο, ὅπου συνάντησε σπουδαίους μοναχούς. Στήν συνέχεια πῆγε σέ ἕνα χωριό στήν περιοχή τῆς Κορίνθου, ὅπου παρέμεινε γιά ἑπτά μῆνες, κοιμήθηκε μέ εἰρηνικό τρόπο καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητος.