ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 29 Νοεμβρίου 2022

ΑΓΙΟΣ ΠΑΡΑΜΟΝΟΣ ΚΑΙ ΤΡΙΑΚΟΣΙΟΙ ΕΒΔΟΜΗΝΤΑ ΜΑΡΤΥΡΕΣ

 29 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Θεσ. α’ 10 – β΄ 2

   10 Ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾿ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

   β΄ 1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μήτε θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι᾿ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Χριστοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιθ΄ 45-48

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας 46 λέγων αὐτοῖς· γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 47 Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΠΑΡΑΜΟΝΟΣ ΚΑΙ ΤΡΙΑΚΟΣΙΟΙ ΕΒΔΟΜΗΝΤΑ ΜΑΡΤΥΡΕΣ

    Στίς 29 Νοεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Παραμόνου καί τῶν σύν αὐτῷ τριακοσίων ἑβδομήντα μαρτύρων. Ἔζησαν κατά τούς χρόνους τοῦ αὐτοκράτορος Δεκίου καί Ἀκυλίνου τοῦ ἄρχοντα τῆς Ἀνατολῆς τό 250. Σέ ἕναν τόπο πού ὀνομαζόταν Βαλσατία, στό στόμιο τοῦ ποταμοῦ Τίγρη ὑπῆρχε πηγή θερμῶν, ἰαματικῶν νερῶν. Σέ αὐτήν τήν πηγή λοιπόν πῆγε ὁ ἄρχοντας Ἀκυλίνος γιά νά γιατρευθεῖ ἀπό κάποια ἀσθένεια. Ὁ δυσσεβής πρόσταξε νά τόν ἀκολουθήσουν ἀπό τήν Νικομήδεια ὅσοι Χριστιανοί εἴχαν συλληφθεῖ γιά τήν πίστη τους. Ὅταν ἔφθασε στόν ναό τῆς Ἴσιδος καί προσέφερε τίς μιαρές του θυσίες, ἀπαίτησε ἀπό τούς μάρτυρες τοῦ Χριστοῦ νά προσκυνήσουν καί νά θυσιάσουν στά εἴδωλα. Ἐκείνοι ἀρνήθηκαν σθεναρά, γι’ αὐτό μέ διαταγή τοῦ ἄρχοντα ἀποκεφαλίσθηκαν ὅλοι. Συνολικά ἦταν τριακόσιοι ἑβδομήντα τόν ἀριθμό. Ὅταν εἴδε ὁ ἅγιος Παράμονος νά θανατώνονται ἄσπλαχνα οἱ μάρτυρες τοῦ Χριστοῦ, ἐξανέστη καί μεγαλοφώνως ἀνεβόησε: “Βλέπω μεγάλη ἀσέβεια, διότι ὁ μιαρός αὐτός ἄρχοντας κατέσφαξε τόσους δικαίους ἀνθρώπους καί μάλιστα ξένους, σάν νά ἦταν ἄλογα ζῶα”. Ὁ ἄρχοντας ἐξοργίστηκε καί πρόσταξε νά θανατώσουν τόν ἅγιο, χωρίς ὅμως αὐτός νά τό ἔχει πληροφορηθεῖ. Καθώς περπατοῦσε ἀμέριμνος, τόν ἔπιασαν αἰφνιδιίως καί ἄλλοι τόν χτυποῦσαν μέ λόγχες, ἄλλοι τόν τρυποῦσαν μέ κοφτερά καλάμια, ὥσπου τόν θανάτωσαν μπροστά στόν ἄρχοντα κι ἔλαβε ὁ μακάριος τόν στέφανο τοῦ μαρτυρίου, γιά να χαίρεται αἰωνίως μαζί μέ τούς τριακόσιους ἑβδομήντα μάρτυρες. Τά δέ ἅγια λείψανά του ἐνταφιάσθηκαν μαζί μέ τά ἅγια λείψανα τῶν ἄλλων μαρτύρων.

 

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)


Παράμονον μέλψωμεν σὺν Φιλουμένῳ πιστοί, ὡς θείους θεράποντας καὶ ἀθλητὰς εὐκλεεῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τοῦτον γὰρ φερωνύμως ὡς φιλήσαντας ἄγαν, ᾔσχυναν δι’ ἀγώνων παρανόμων τὸ κράτος αἰτοῦντες πταισμάτων λύσιν πᾶσι καὶ ἔλεος.

Μεγαλυνάριον

    Νόμοις παραμένοντες ἱεροῖς, Παράμονε μάκαρ, καί Φιλούμενε ἀθλητά, φίλοι τοῦ Σωτῆρος, ἐδείχθητε τοῖς ἄθλοις, ἀχλύν παρανομίας διασκεδάσαντες.