ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 28 Οκτωβρίου 2022

ΑΓΙΟΣ ΤΙΜΟΘΕΟΣ Ο ΕΣΦΙΓΜΕΝΙΤΗΣ

29 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. α΄ 8-11

   8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. η’ 16-21

   16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. 17 οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 19 Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. 21 ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΤΙΜΟΘΕΟΣ Ο ΕΣΦΙΓΜΕΝΙΤΗΣ

   Στίς 29 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου νεομάρτυρος Τιμοθέου τοῦ Ἐσφιγμενίτου. Καταγόταν ἀπό τό χωριό Παράστρα τῆς Θεσσαλονίκης. Ὀνομαζόταν Τριαντάφυλλος, νυμφεύθηκε καί ἀπέκτησε δύο κόρες. Διά συνεργείας τοῦ πονηροῦ ἡ γυναίκα του τόν ἐγκατέλειψε καί παντρεύτηκε κάποιον Τοῦρκο. Ἀργότερα μετενόησε, ἀλλά δέν μποροῦσε νά λυτρωθεῖ ἀπό τόν ὀθωμανό. Ὁ Τριαντάφυλλος προκειμένου νά τήν ἐλευθερώσει, ἀσπάσθηκε εἰκονικά τήν πίστη τῶν Τούρκων, μέ σκοπό νά πάρει πίσω τήν συζυγό του καί νά καλογερέψουν καί οἱ δύο. Πράγματι προσποιήθηκε ὅτι θέλει νά ἀλλαξοπιστήσει, οἱ μουσουλμάνοι μέ χαρά τοῦ ἔκαναν περιτομή καί πέτυχε τόν σκοπό του. Μετά ἀπό λίγους μῆνες πῆγαν στίς Κυδωνίες καί ἡ μέν σύζυγος πῆγε σέ γυναικεῖο μοναστήρι, ὁ δέ Τριαντάφυλλος πῆγε στό Ἅγιον Ὄρος, στή μονή τῆς Μεγίστης Λαύρας. Διακονοῦσε ὡς κηπουρός καί ἔλαβε τό ὄνομα Τιμόθεος. Ἔμαθε γιά τόν ἅγιο νεομάρτυρα Ἀγαθάγγελο τόν Ἐσφιγμενίτη καί ἀπό τόν πόθο του νά μαρτυρήσει κι ὁ ἴδιος, πῆγε στήν Μονή Ἐσφιγμένου ὅπου κι ἔλαβε τό μέγα Σχῆμα. Μετά ἀπό τίς ἐπίμονες παρακλήσεις του νά μαρτυρήσει, ὁ ἡγούμενος τόν ἔστειλε στήν Προποντίδα, στόν Ἱεροδιδάσκαλο Γερμανό. Πράγματι ὁ Τιμόθεος ντύθηκε κοσμικά καί ὁμολόγησε στόν κριτή τήν χριστιανική του πίστη. Τόν φυλάκισαν, τόν ἔβαλαν στό τιμωρητικό ξύλο καί τέλος τόν ἀποκεφάλισαν, τό δέ σῶμα του τό ἔριξαν σέ ποτάμι.