ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 27 Οκτωβρίου 2022

Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΡΙΑΚΟΣ

28 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

βρ. θ’ 1-7

 

    1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 38-42 ια΄27-28

 

    38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.

   ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΡΙΑΚΟΣ

   Στίς 28 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τόν Τίμιον Σταυρόν ἐπί τῆς Ἁγίας Ἑλένης. Ὁ ἅγιος αὐτός ἀφοῦ φανέρωσε τόν τίμιο Σταυρό τοῦ Κυρίου, πίστεψε στόν Χριστό καί βαπτίσθηκε· ἀργότερα δέ ἔγινε ἐπίσκοπος Ἱεροσολύμων.

   Ὅταν ὁ δυσσεβής βασιλιάς Ἰουλιανός ὁ παραβάτης ἐκστράτευσε κατά τῶν Περσῶν, πῆγε στήν Παλαιστίνη, ὅπου ἔμαθε γιά τόν ἅγιο Κυριακό. Τόν συνέλαβε καί τόν διέταξε νά θυσιάσει στά εἴδωλα, ἀλλά ὁ ἅγιος τόν ἔλεγξε μέ αὐστηρότητα. Ὁ εἰδωλολάτρης βασιλιάς διέταξε τότε νά τοῦ κόψουν τό δεξί χέρι, διότι μέ αὐτό εἶχε γράψει πολλές ἐπιστολές, χάρις στίς ὁποῖες πολλοί πίστεψαν στόν Χριστό. Κατόπιν ἔχυσαν μολύβι στό στόμα τοῦ ἁγίου καί τόν ἔβαλαν πάνω σέ χάλκινο, πυρωμένο κρεββάτι. Ὅταν πῆγε ἡ μητέρα του νά τόν δεῖ, τήν συνέλαβαν καί αὐτή. Τήν κρέμασαν ἀπό τά μαλλιά καί τήν ἔκαιγαν μέ ἀναμμένες λαμπάδες, ὥσπου παρέδωσε τήν ψυχή της. Τόν δέ ἅγιο Κυριακό ἔβαλαν σέ καζάνι γεμάτο μέ βραστό λάδι, συγχρόνως δέ τόν χτυποῦσαν μέ ἀκόντιο καί μέ αὐτόν τόν τρόπο ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.