ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ια΄ 31 – ιβ΄ 9
31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
ιβ΄ 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ις΄ 19-31
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΑΣΤΕΡΙΟΣ, ΚΛΑΥΔΙΟΣ, ΝΕΩΝ ΚΑΙ ΝΕΟΝΙΛΛΗ
Στὶς 30 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τῶν αὐταδέλφων μαρτύρων Ἀστερίου, Κλαυδίου, Νέωνος καί Νεονίλλης. Ἔζησαν στούς χρόνους τοῦ Διοκλητιανοῦ, ὅταν ἦταν ἡγεμόνας τῆς Κιλικίας ὁ Λυσίας. Πέθανε ἡ μητέρα τους, ὁ πατέρας τους ξαναπαντρεύτηκε καί μετά πέθανε κι αὐτός. Ἔμειναν λοιπόν τά ἀδέλφια μέ τήν μητρυιά τους, ἡ ὁποία ὅμως θέλησε ἀδίκως νά οἰκειοποιηθεῖ τήν περιουσία τῶν γονέων τους. Τούς πρόδωσε στόν ἡγεμόνα, μέ τήν κατηγορία ὅτι εἶναι χριστιανοί. Ὁ Κλαύδιος καί ὁ Ἀστέριος πῆγαν στό διακστήριο καί μέ θάρρος εἶπαν στόν ἡγεμόνα, ὅτι εἶναι πρόθυμοι νά ὑπομείνουν κάθε εἶδος βασανιστηρίου γιά τήν πίστη τους. Τοῦ εἴπαν ἀκόμη ὅτι ἡ μητρυιά τους δέν τούς πρόδωσε διότι νοιάζεται γιά τήν εἰδωλολατρική θρησκεία, ἀλλά διότι θέλει νά ἁρπάξει τήν περιουσία τῶν γονέων τους. Αὐτό δέν συγκίνησε καθόλου τόν ἡγεμόνα, ὁ ὁποῖος μάλιστα βρῆκε εὐκαιρία νά κλέψει κι αὐτός μέρος ἀπό τήν πατρική περιουσία τῶν ἀδελφῶν. Πρόσταξε λοιπόν νά ξαπλώσουν τόν Κλαύδιο ἀπό τέσσερα μέρη καί νά τόν δέρνουν μέ ραβδιά, μετά τόν κρέμασαν καί τοῦ ἔκαιγαν τά πόδια μέ ἀναμμένα κάρβουνα, τοῦ χάραξαν τά πλευρά μέ χάλκινα καρφιά καί τέλος τόν κατέτριβαν μέ τοῦβλα καί τόν ἔκαιγαν. Ὁ ἡγεμόνας τοῦ ἔλεγε νά θυσιάσει στά εἴδωλα, γιά νά σώσει τήν ζωή του, ἀλλά ὁ μάρτυρας ἀπαντοῦσε ὅτι γιά τήν πίστη στόν Χριστο καταφρονῶ ἀκόμα καί τόν θάνατο. Τόν κατέβασαν ἀπό τό ξύλο καί τόν ἔριξαν στήν φυλακή.
Μετά παρουσιάστηκε ὁ Ἀστέριος στόν ἡγεμόνα κι ἐπειδή δέν ἀπαντοῦσε τίς ἐρωτήσεις του, τοῦ συνέτριψαν τά δόντια μέ πέτρες. Συγχρόνως δέ φώναζε ὁ κήρυκας στόν μάρτυρα, νά θυσιάσει στούς θεούς κι ἔτσι νά σώσει τήν ζωή του. Ὁ μάρτυρας τοῦ Χριστοῦ ἀπαντοῦσε, κάνε ὅ,τι θές ἡγεμόνα καί μήν ἀμελεῖς, διότι ἐγώ δέν πρόκειται νά ἀρνηθῶ τόν Χριστό μου. Τόν κρέμασαν κι αὐτόν, τοῦ ξέσκιζαν τίς πλευρές, τοῦ κατέκαψαν τά πόδια κι ἀφοῦ τόν ἔδειραν, τόν ἔριξαν κι αὐτόν στήν φυλακή. Μετά πῆγε κι ὁ Νέων στόν ἡγεμόνα καί στήν ἐρώτησή του, πῶς ὀνομάζεται, ἀπάντησε ὅτι ὀνομάζεται Νέων, ἀλλά δέν πρόκειται νά ἀποκαλύψει τίποτε ἄλλο γιά τόν ἑαυτό του καί δέν πρόκειται νά χωριστεῖ ἀπό τά ἀδέλφια του. Τόν ξάπλωσαν καταγῆς, τόν ἔδερναν δυνατά καί τόν ἔκαιγαν μέ ἀναμμένα κάρβουνα. Τέλος τόν ἔριξαν στή φυλακή, ὅπως καί τά αδέλφια του. Τήν ἑπομένη ξαναφώναξε ὁ ἡγεμόνας τόν Κλαύδιο καί τόν ρώτησε ἐάν ἄλλαξε γνώμη καί θέλει νά θυσιάσει στά εἴδωλα. Ὁ Κλαύδιος ἀπάντησε, ὅτι ἀντιθέτως μετά τά βασανιστήρια δυνάμωσε ἡ θέλησή του ἀκόμη περισσότερο καί δέν πρόκειται ποτέ νά προδώσει τήν πίστη του. Τόν ἔδεσαν καί τόν κρέμασαν ξανά, σπάζοντάς του μέ τιμωρητικά ὄργανα τίς ἀρθρώσεις του· μετά ἀπό πολλές ὧρες τόν ἔβαλαν μισοπεθαμένο στήν φυλακή. Κατόπιν παρουσιάστηκε ὁ Ἀστέριος καί στήν ἐρώτηση τοῦ Λυσία, ἐάν θέλει νά ἀπαλλαγεῖ ἀπό τά βασανιστήρια θυσιάζοντας στούς θεούς, ἀπάντησε ὅτι ὅποιος πιστεύει στόν ἀληθινο Θεό, ἀψηφᾶ καί καταφρονεῖ τόν θάνατο, ὄσα βάσανα κι ἄν ὑποστεῖ. Ὁ ἡγεμόνας πρόσταξε νά τόν βασανίσουν ἀκόμα περισσότερο καί τόν ξαναέβαλαν φυλακή. Ἔφεραν τότε τόν Νέωνα, τόν ὁποῖο βασάνισαν ἐξίσου σκληρά, ἐπειδή ἔμενε ἀκλόνητος στήν πίστη του. Τέλος ἔφεραν καί τήν Νεονίλλη, ἡ ὁποία μέ ἀνδρεία ὁμολόγησε τόν Χριστό ὅπως καί οἱ ἀδελφοί της, γι’ αὐτό τῆς ἔδειραν τό πρόσωπο, τήν κρέμασαν ἀπό τά πόδια, τήν ξαναέδειραν καί τήν κρέμασαν ἀπό τά μαλλιά της. Ἔπειτα τῆς ξύρισαν τά μαλλιά γιά νά τήν διαπομπεύσουν, τήν ἔδειραν μέ λουριά κι ἔβαλαν πάνω στό στῆθος καί τά σπλάγχνα της ἀναμμένα κάρβουνα κι ἔτσι παρέδωσε ἡ μακαρία τήν ἁγία της ψυχή. Τά ἀδέλφια της, τά ἀποκεφάλισαν ἔξω ἀπό τ ήν πόλη κι ἔριξαν τά σώματά τους στά θηρία καί τά ὄρνεα. Μέ αὐτόν τόν τρόπο ἔλαβαν τά στεφάνια τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
(Ἦχος πλ. α΄ Τόν συνάναρχον Λόγον)
Τετρακτὺν τὴν ἁγίαν ἀνευφημήσωμεν, τῶν αυταδέλφων Μαρτύρων καὶ Ἀθλητῶν τοῦ Χριστοῦ, τοὺς ἀθλήσαντας στεῤῥῶς πόθῳ τῷ κρείττονι, Κλαύδιον Νέωνα ὁμοῦ, καὶ Ἀστέριον κλεινόν, συνάμα τῇ Νεονίλλῃ, ὅτι Χριστὸν δυσωποῦσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Μεγαλυνάριον
Χαίροις ὦ Ἀστέριε Ἀθλητά, ὁ ἐν τοῖς συγγόνοις διαλάμπων ὥσπερ ἀστήρ, χαίροις συνωνύμων, τῶν σῶν θερμὸς προστάτης, οὕς φύλαττε καὶ σκέπε τῇ ἀντιλήψει σου.