ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 24 Σεπτεμβρίου 2022

Η ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

 25 Σεπτεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. δ΄ 6-15

   6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε΄ 1-11

   1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΣΕΙΣΜΟΥ

     Στίς 25 Σεπτεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν ἀνάμνηση τοῦ μεγάλου σεισμοῦ καί τῆς εἰς τόν ἀέρα ἁρπαγῆς τοῦ παιδός. Κατά τούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Θεοδοσίου τοῦ μικροῦ, τό 410 μ.Χ., ὁ πανάγαθος Κύριος θέλησε νά πληροφορήση τούς ἀνθρώπους γιά τήν κοινή καί πάντων ἀνάσταση κατά τήν Δευτέρα Παρουσία Του καί πῶς ὑμνεῖται σωστά ὁ Θεός. Γιά αὐτό ἐπέτρεψε νά γίνη ἕνας φοβερός σεισμός. Ἐξ αἰτίας τοῦ φόβου τοῦ σεισμοῦ οἱ κάτοικοι τῆς Κωνσταντινούπολης μέ τόν αὐτοκράτορα καί τόν ἅγιο Πατριάρχη Πρόκλο καί ὅλο τόν κλῆρο ἔκαναν λιτανεῖες καί δεήσεις. Ἐκείνη τήν ἐποχή διεδίδετο ἡ αἵρεση τῶν Θεοπασχιτῶν, πού στόν τρισάγιο ὕμνο πρόσθεταν τό «σταυρωθείς δι’ ἡμᾶς». Τότε, ἡ θεία πρόνοια ἐπέτρεψε νά ἁρπαγῆ μπροστά σέ ὅλο τόν κλῆρο καί τόν λαό ἕνα παιδί στόν ἀέρα. Βλέποντας ὅλοι αὐτό τό παράξενο θαῦμα, μέ τρόμο φώναζαν τό «Κύριε ἐλέησον». Κατόπιν ὁ Θεός ἐπέτρεψε νά κατέβη τό παιδί ἀπό τήν νεφέλη. Τό παιδί φανέρωσε σέ ὅλους ὅτι ἄκουσε τούς ἀγγέλος νά ὑμνοῦν τόν Θεό μέ τόν τρισάγιο ὕμνο χωρίς τήν προσθήκη ὁ «σταυρωθείς», λέγοντας «ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς». Μόλις ἀνέφερε αὐτά, ὤ τοῦ θαύματος! παρέδωσε τήν ψυχή του στόν Κύριο, ὁ δέ σεισμός ἀμέσως σταμάτησε.