ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 27 Σεπτεμβρίου 2022

Ο ΑΓΙΟΣ ΧΑΡΙΤΩΝ

28 Σεπτεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. ς΄ 2-10

   2 Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ. 4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· 5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. 6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7 Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε’ 33-39

   33 Οἱ δὲ εἶπον πρὸς αὐτόν· διατὶ οἱ μαθηταὶ Ἰωάννου νηστεύουσι πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσι καὶ πίνουσιν; 34 Ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾦ ὁ νυμφίος μετ’ αὐτῶν ἐστι, ποιῆσαι νηστεύειν; 35 Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36 Ἔλεγε δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μῆγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μῆγε, ρήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον καὶ ἀμφότεροι συντηρούνται. 39 Καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θέλει νέον· λέγει γάρ· ὁ παλαιὸς χρηστότερός ἐστιν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΧΑΡΙΤΩΝ

   Στίς 28 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Χαρίτωνα. Ὁ ἅγιος Χαρίτων γεννήθηκε καὶ μεγάλωσε στὸ Ἰκόνιο ἐπὶ αὐτοκράτορος Αὐρηλιανοῦ. Λόγῳ τῆς εὐσεβείας του ὁδηγήθηκε στὸ βασιλικὸ κριτήριο, τό ὁποῖο καί ἤλεγξε γιὰ τὴν πίστη του στὰ εἴδωλα. Γιὰ τὸ λόγο αὐτὸ τόν ἔδειραν βάναυσα καὶ κατόπιν τόν ἔρριξαν στὴ φυλακή. Μετὰ τὸν θάνατο τοῦ Αὐρηλίου ὁ ἅγιος Χαρίτων μὲ βασιλικὴ διαταγὴ ἐλευθερώθηκε καὶ γιὰ τὴν ἀγάπη του πρὸς τὸν Κύριο ἀπεφάσισε νὰ ἀκολουθήση ζωή στερήσεων. Ὅμως, ἐπέτρεψε ὁ Κύριος νὰ συλληφθῆ ἀπὸ ληστὲς καὶ νὰ φυλακισθῆ σὲ ἕνα σπήλαιο. Μετὰ ἀπὸ λίγο καιρὸ κατὰ θεία δίκη οἱ ληστὲς πέθαναν ἀπὸ ἕνα φαρμακερὸ φίδι, ἔτσι ὁ ἅγιος Χαρίτων ἔγινε κληρονόμος τῶν χρημάτων τῶν ληστῶν, ἀπό τὰ ὁποῖα ἄλλα μοίρασε στοὺς φτωχούς, μὲ ἄλλα ἔκτισε ἱεροὺς ναοὺς καὶ μὲ ἄλλα δημιούργησε ἁγία Λαύρα, ἐνῶ αὐτὸς ἡσύχαζε στὸ προαναφερθὲν σπήλαιο, ὅπου πολλοὺς ἀνθρώπους ἐπέστρεψε στὴν πίστη τοῦ Χρι στοῦ καὶ πολλοὺς προσείλκυσε στὴ μοναχικὴ πολιτεία. Κατόπιν ἔκτισε δεύτερη καὶ τρίτη Λαύρα λόγῳ τοῦ πλήθους τῶν μοναχῶν, ποὺ προσείλκυε γύρω του μέ τίς ἀρετές του. Ἀργότερα βρῆκε ἕνα σπήλαιο σὲ ὑψηλὸ καὶ δυσπρόσιτο μέρος, ὅπου καὶ ἡσύχασε κατά τὸ ὑπόλοιπο διάστημα τῆς ζωῆς του κάνοντας πολλὰ θαύματα. Μάλιστα μὲ τὴν προσευχὴ του κατάφερε νὰ ἀναβλύση νερό. Μὲ αὐτὸ τὸν τρόπο ο μακάριος Χαρίτων πέρασε τὸ ὑπόλοιπο τῆς ζωῆς του μὲ ἄσκηση, ὁμολογώντας τὸν Κύριο ὡς Θεὸ ἀληθινὸ καὶ νουθετώντας τό πλῆθος τῶν μοναχῶν, ποὺ εἶχαν συγκεντωθῆ γύρω του. Ἐξεδήμησε πρὸς τὸν Κύριο, ἀφοῦ ἔγινε πλήρης ἡμερῶν σωματικῶς καὶ πνευματικῶς.

Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)


   Χαρίτων τοῦ Πνεύματος, καταυγασθεῖς ταῖς αὐγαῖς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοῖς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.

Μεγαλυνάριον

   Θείων Ἀθλοφόρων συγκοινωνός, εὐκλεῶν Ὁσίων, ὑποφήτης θεοειδής, Χαρίτων ἐδείχθης, ἐν ἑκατέροις λάμψας· ἐντεῦθεν καταυγάζεις κόσμον τοῖς χάρισι.