ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ΄ 1-7
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. α΄ 39-49, 56
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ 42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46 Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον 47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΚΟΪΝΤΟΣ
Στίς 2 Ἰουλίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Κοΐντου. Ὁ ἅγιος Κοΐντος καταγόταν ἀπό τήν Φρυγία τῆς Μικρᾶς Ἀσίας καί διακρινόταν γιά τήν εὐσέβεια καί τόν θερμό του ζῆλο νά διαδίδη τήν χριστιανική πίστη στούς εἰδωλολάτρες. Κάποτε πῆγε σέ ἕνα χωριό πού ὀνομαζόταν Αἰολίς καί εἶχε ὡς διακονία νά ἐλεῆ τούς πτωχούς καί νά ἰατρεύη αὐτούς πού ἐνοχλοῦνταν ἀπό τά ἀκάθαρτα πνεύματα. Ὅταν ὁ ἡγεμόνας Ροῦφος προσπάθησε νά τόν πείση νά θυσιάση στά εἴδωλα, ἡ πρόνοια τοῦ Θεοῦ ἐπέτρεψε νά δαιμονισθῆ. Ὁ ἅγιος τότε τόν θεράπευσε μέ τήν προσευχή του καί ὁ ἡγεμόνας τόν ἐλευθέρωσε, ἀφοῦ τοῦ προσέφερε τιμές καί δῶρα. Στήν συνέχεια πῆγε στήν Πέργαμο, ὅπου συνελήφθηκε καί πάλι ἀπό τούς εἰδωλολάτρες, οἱ ὁποῖοι ἄρχισαν νά τόν βασανίζουν. Ξαφνικά ἐπέτρεψε ὁ Θεός νά γίνη σεισμός καί νά καταστραφῆ ὁ ναός τῶν ἐθνικῶν μαζί μέ τά εἴδωλα, μέ ἀποτέλεσμα οἱ ἐθνικοί νά φοβηθοῦν καί νά τόν ἀφήσουν ἐλεύθερο. Στήν συνέχεια μετέβηκε ὁ ἄρχοντας Κλέαρχος στήν Πέργαμο καί ἀφοῦ τόν συνέλαβε τοῦ συνέτριψε τά σκέλη, ὅμως μέ τήν χάρη τοῦ Θεοῦ θεραπεύθηκε. Ἔτσι, ὁ μακάριος Κοΐντος, ἀφοῦ ἔζησε ἀκόμα δέκα χρόνια, ἐξεδήμησε πρός τόν Κύριο.