ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 27 Ιουλίου 2022

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΚΑΚΙΟΣ Ο ΝΕΟΣ

28 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Πρξ. ς΄ 1-7 

     1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει. 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ιε΄ 12-21

   12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον; 13 ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. 16 ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. 21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΚΑΚΙΟΣ Ο ΝΕΟΣ

   Στίς 28 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀκακίου τοῦ νέου. Ὁ ἅγιος Ἀκάκιος ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Λικινίου. Νέος στήν ἡλικία ὁμολόγησε δημόσια ὅτι εἶναι χριστιανός, γι’αὐτό τόν βασάνισαν ἀνελέητα καί τόν παρέδωσαν στόν ἡγεμόνα Τερέντιο, ὁ ὁποῖος τόν ἔβαλε μέσα σέ ἕνα πυρωμένο λέβητα, πού περιεῖχε πίσσα καί λάδι· χάριτι Θεοῦ ὅμως ὁ ἅγιος ἔμεινε ἀβλαβής. Κατόπιν τόν ἀνάγκασαν νά τρέχη πίσω ἀπό τόν ἡγεμόνα, ὁ ὁποῖος πήγαινε στήν Ἀπολλωνία, τῆς βορείου Συρίας, κοντά στήν Ἀπάμεια, γιά νά προσευχηθῆ στόν ἐκεῖ βρισκόμενο εἰδωλολατρικό ναό, ὅμως ὁ Ἀκάκιος μέ τήν προσευχή του κατέστρεψε τά εἴδωλα. Ἔτσι τόν ὁδήγησαν σέ ἄλλο ἡγεμόνα, ὁ ὁποῖος ὅταν εἶδε τήν ἀκλόνητη πίστη του τόν κτύπησε ἀπάνθρωπα καί τόν ἔρριξε σέ ἕνα λιοντάρι, ἀπό τό ὁποῖο ὅμως ἔμεινε καί πάλι ἀβλαβής. Κατόπιν τόν ἔβαλαν μέσα σέ ἕνα καζάνι πυρακτωμένο μέ πίσσα, ὁ ἅγιος ὅμως ἔμεινε ὑγιής καί μάλιστα ὅταν ὁ ἡγεμόνας πῆγε νά ἐξετάση τόν λέβητα, νομίζοντας ὅτι εἶναι ψυχρός, κατακάηκε. Τέλος τόν παρέλαβε ἄλλος ἡγεμόνας, ὁ ὁποῖος βλέποντας τήν ἀμετάβλητη πίστη του στόν Χριστό τόν ἔστειλε ἁλυσοδέσμιο στήν Μίλητο τῆς Ἰωνίας. Ἐκεῖ τόν πῆγαν σέ εἰδωλολατρικό ναό, ὅπου ὁ ἅγιος μέ τήν προσευχή του συνέτριψε τά εἴδωλα, μετά ἐπαναλήφθηκε τό ἴδιο γεγονός σέ ἄλλο ναό. Ἐξαγριωμένοι τότε οἱ εἰδωλολάτρες τοῦ ἔκοψαν τήν κεφαλή, ἀπό τήν ὁποία ἀντί γιά αἷμα ἔτρεξε γάλα πρός καταισχύνη τῶν ἀπίστων καί ἔτσι ὁ ἅγιος Ἀκάκιος ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητος.