ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 30 Ιουλίου 2022

Ο ΑΓΙΟΣ ΕΥΔΟΚΙΜΟΣ

31 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Ρωμ. ιε΄ 1-7

1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· 3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. 4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5 ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, 6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. θ΄ 27-35

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 Ο ΑΓΙΟΣ ΕΥΔΟΚΙΜΟΣ 

 

    Στίς 31 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου καί δικαίου Εὐδοκίμου. Ὁ ἅγιος Εὐδόκιμος ἔζησε κατά τούς χρόνους τοῦ εἰκονομάχου βασιλέα Θεοφίλου καί καταγόταν ἀπό τήν Καππαδοκία, ἀπό γονεῖς εὐσεβεῖς καί ἐπισήμους στό γένος, μάλιστα ὁ πατέρας του κατεῖχε τό ἀξιώμα τοῦ Πατρικίου. Ὁ ἅγιος Εὐδόκιμος ὄχι μόνο τίμησε τό γένος του, ἀλλά εἶχε στολισθεῖ καὶ μέ ὅλες τίς κατά Θεό ἀρετές, ἰδιαίτερα δέ μέ τήν ταπεινοφροσύνη, τήν ἐλεημοσύνη καί τήν ἀνάγνωση τῆς Ἁγίας Γραφῆς. Γιά τόν λόγο αὐτό ὁ αὐτοκράτορας τόν τίμησε μέ τό ἀξίωμα τοῦ Κανδιδάτου καί τόν διόρισε στρατοπεδάρχη στήν χώρα τῆς Καππαδοκίας. Ὁ ἅγιος Εὐδόκιμος δέν μεταχειριζόταν τό ἀξίωμά του γιά προσωπική τιμή καί δόξα, ἀλλά πρός ἐπιμέλεια καί φροντίδα τῶν συνανθρώπων του. Βοηθοῦσε τίς χῆρες καί τά ὀρφανά καί ἔδινε ἐλεημοσύνες στίς ἐκκλησίες.Ἔτσι ὁ ἀοίδιμος Εὐδόκιμος ἔγινε τέλειος σέ κάθε ἀρετή. Ὅμως σέ νεαρά ἡλικία ἀρρώστησε καί παρέδωσε τήν τιμία ψυχή του στὰ χέρια τοῦ Θεοῦ. Οἱ δέ δοῦλοι του μετά ἀπό παραγγελία τοῦ ἁγίου τόν ἔθαψαν μέ τά ἐνδύματα καί μέ τά ὑποδήματά του. Ὁ Θεός ὅμως δόξασε τόν δοῦλο του Εὐδόκιμο ἐπιτρέποντας νά ἐπιτελοῦν τά χαριτόβρυτα λείψανά του πολλά θαύματα, τά ὁποῖα καί ἀποθησαύρισαν σέ περικαλλῆ Ναό στήν Κωνσταντινούπολη. 

 

Ἀπολυτίκιον 

 (Ἦχος δ΄. Ταχὺ προκατάλαβε.) 

 Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε, σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
 

Μεγαλυνάριον 

  Εὐδόκιμος πέφηνας τῷ Θεῷ, ἐν δικαιοσύνῃ, τὸν σὸν βίον διαδραμών· ὃ λαθὼν γὰρ ἔσχες, ἐγνώσθη μετὰ τέλος, Εὐδόκιμε θεόφρον, πρὸς θείαν αἴνεσιν.