ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 28 Ιουλίου 2022

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ

 29 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Α΄ Κορ. ζ΄ 35 – η΄ 7

   35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. 36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ, τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. 38 ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. 39 Γυνὴ δέδεται νόμῳ ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.

   η΄ 1 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. 2 ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι· 3 εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ. 4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. 5 καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6 ἀλλ᾿ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ. 7 Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ιε΄ 29-31

   29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς, 31 ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς ἀκούοντας, ἀλάλους λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ 

 

    Στίς 29  Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Καλλινίκου. Ὁ ἅγιος Καλλίνικος καταγόταν ἀπό τήν Κιλικία τῆς Μικρᾶς Ἀσίας καί ἦταν ἄνθρωπος ἄδολος καί μέ φόβο Θεοῦ, εἶχε δέ ὡς διακόνημα νά κηρύττη τόν λόγο τοῦ Θεοῦ καί νά προσελκύη τούς εἰδωλολάτρες στήν εὐσέβεια καί στήν πίστη στόν ἀληθινό Θεό. Γιά τόν λόγο αὐτό συνελήφθηκε ἀπό τόν εἰδωλολάτρη ἡγεμόνα καί ἐπειδή δέν πείσθηκε νά προσκυνήση τά ἄψυχα εἴδωλα, βασανίσθηκε σκληρά· ὅμως ὁ ἅγιος δεχόταν τά βάσανα μέ γενναιότητα καί πίστη στό πρόσωπο τοῦ Χριστοῦ. Βλέποντας ὁ ἡγεμόνας τήν ἀμετακίνητη πίστη του διέταξε τούς στρατιῶτες νά φορέσουν στόν ἅγιο Καλλίνικο σιδερένια ὑποδήματα, τά ὁποῖα εἶχαν καρφιά καί τόν διέταξε νά τρέχη μπροστά ἀπό ἄλογα ἕως τήν πόλη Γάγγρα, ἀπόσταση δέκα μιλίων, γιά νά μπήγωνται βαθύτερα τά καρφιά καί ἔτσι νά προκαλοῦν φρικτούς πόνους στόν ἅγιο. Ὁ ἅγιος Καλλίνικος ὅμως ὑπόμενε μέ ἀνδρεία τό βασανιστήριο δοξάζοντας τόν Κύριο. Ἐπειδή ὅμως οἱ στρατιῶτες πού συνόδευαν τόν ἅγιο λόγω τοῦ καύσωνος καί τῆς ἔλλειψης νεροῦ δέν μποροῦσαν νά προχωρήσουν ὁ ἅγιος Καλλίνικός μέ τήν βοήθεια τοῦ Θεοῦ, ἀφοῦ προσευχήθηκε ἐξέβαλε νερό ἀπό μία πέτρα καί ἔτσι οἱ στρατιῶτες, ἀφοῦ ξεδίψασαν προχώρησαν στόν προορισμό τους. Ὅταν ἔφθασαν στήν Γάγγρα οἱ ὑπερέτες τοῦ ἡγεμόνα ἄναψαν ἕνα καμίνι καί μόλις ὑπερθερμάνθηκε ἔριξαν μέσα τόν ἅγιο Καλλίνικο. Ὁ ἀοίδιμος Καλλίνικος, ἀφοῦ εὐχαρίστησε τόν Θεό πού τόν ἀξίωσε νά τελειώση καλῶς τόν ἀγώνα τῆς ἀθλήσεως, παρέδωσε τήν ψυχή του καί ἀξιώθηκε ἔτσι τῆς οὐρανίου μακαριότητος.      

 

Ἀπολυτίκιον 
(Ἦχος γ΄. Θείας πίστεως.) 

 

  Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκην κάλλιστον, ἦρας ἐν ἄθλοις, καταλλήλως γεγονώς ὅ προσκέκλησαι· σύ γάρ καλῶς τόν ἀγῶνα τελέσας σου, ὡς νικητής ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.  

 

Μεγαλυνάριον 

 Ἄνθραξι τῶν λόγων σου τῶν σοφῶν, ὕλην ἀσεβείας καταφλέξας ἀθλητικώς, ὡς τερπνή θυσία, διά πυρός προσήχθης, Καλλίνικε παμμάκαρ, τῷ ἀθλοθέτῃ σου.