ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 26 Ιουνίου 2022

Ο ΟΣΙΟΣ ΣΑΜΨΩΝ Ο ΞΕΝΟΔΟΧΟΣ

 27 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ζ΄ 14 – η΄ 2

   14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 εὐχαριστῷ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοΐ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.

   η΄ 1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ι΄ 9-15

   9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 11 εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. 13 ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΣΑΜΨΩΝ Ο ΞΕΝΟΔΟΧΟΣ

    Στίς 27 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Σαμψών τοῦ Ξενοδόχου. Ὁ ἅγιος Σαμψών καταγόταν ἀπό τήν Ρώμη καί ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Ἰουστινιανοῦ. Ὁ ἅγιος ἀφοῦ διασκόρπισε στούς πτωχούς τήν πατρική του περιουσία πῆγε στήν Κωνσταντινούπολη, ὅπου ἀπολάμβανε τά πνευματικά πλούτη τῆς πόλεως. Κατόπιν ἐγκαταστάθηκε σέ τόπο ἥσυχο μελετώντας τίς Γραφές καί προσευχόμενος. Ὅταν ὁ Πατριάρχης Μηνᾶς γνώρισε τόν πνευματικό πλοῦτο τοῦ ἁγίου Σαμψών τόν χειτοτόνησε ἱερέα. Ἐπειδή ὁ ἅγιος ἦταν καί ἔμπειρος τῆς ἰατρικῆς τέχνης γίνεται ἰατρός στούς πάσχοντες ἀνθρώπους. Ἀκόμα καί τόν ἴδιο τόν αὐτκράτορα ἰάτρευσε ἀπό ἀνίατη ἀσθένεια. Γιά τόν λόγο αὐτό τοῦ ἀπέδιδε ἰδιαίτερη ἀγάπη καί τοῦ ἔκτισε μεγάλο ξενοδοχεῖο, στό ὁποῖο ὁ ἅγιος Σαψών προσέφερε φροντίδα πνευματική καί σωματική στούς ἀσθενεῖς ἀνθρώπους. Μάλιστα τόν κατέστησε καί Σκευοφύλακα τῆς Μεγάλης Ἐκκλησίας. Μέ αὐτόν τόν θεοφιλῆ τρόπο ζώντας ὁ ἅγιος Σαμψών, διακονώντας τούς συνανθρώπους του, ἀναπαύθηκε ἐν Κυρίῳ. Τό δέ τίμιο λείψανό του ἔγινε πηγή πνευματικῶν καί σωματικῶν ἰαμάτων πρός δόξαν Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Ὁ φέρων τὴν μίμησιν, τῶν τοῦ Θεοῦ οἰκτιρμῶν, ἐνθέου χρηστότητας, ἀναβλυστάνεις κρουνούς, Σαμψῶν Ἱερώτατε, σὺ γὰρ θεομιμήτω, ἑλλαμφθεῖς συμπάθεια, ὤφθης τῶν τεθλιμμένων, καὶ πασχόντων ἀκέστωρ, παρέχων ἐνὶ ἐκάστω, ρώσιν καὶ ἔλεος.

Μεγαλυνάριον

Χαίροις ἀσθενούντων ὁ ἰατρός, χαίροις θλιβομένων, ὁ θερμότατος ἀρωγός· χαίροις τῶν πενήτων, καί ξένων ἀντιλήπτωρ, Σαμψών Χριστοῦ θεράπων ἀξιοθαύμαστε.