ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 2 Ιουνίου 2022

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ

 2 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. α΄ 1-12

   1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 

6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, 11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. 12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κδ΄ 36-53

   36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ

     Στίς 2 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Δημητρίου. Ὁ ἅγιος Δημήτριος καταγόταν ἀπό τήν Φιλαδέλφεια τῆς Μικρᾶς Ἀσίας, ἀπό λαμπρό γένος καί ἦταν γιός ἱερέως. Ὅταν πέθανε ὁ πατέρας του, ἡ μητέρα του τόν ἀνέθρεψε μέ φόβο Θεοῦ. Ἐπειδή ὅμως ἦταν ὄμορφος στήν ὄψη, σέ μικρή ἡλικία, οἱ Τοῦρκοι τόν τούρκεψαν καί τόν παρέδωσαν σέ ἕνα Ἀγαρηνό νά τόν ὑπηρετῆ. Ὁ μάρτυς ὅμως προόδευσε τόσο πολύ, πού σύντομα ἀπέκτησε περιουσία καί ἔγινε σπουδαῖος ἀξιωματικός στόν στρατό. Ὅταν ὅμως ἔγινε εἴκοσι πέντε χρόνων συναισθάνθηκε τήν ἁμαρτία του καί παρουσιάσθηκε στόν ἡγεμόνα τῆς Φιλαδέλφειας καί ὁμολόγησε ὅτι εἶναι Χριστιανός. Γιά αὐτό οἱ Τοῦρκοι τόν ράβδισαν, τόν φυλάκισαν καί προσπάθησαν μέ κολακεῖες νά τόν μεταπείσουν, ὅμως ὁ μάρτυς ἔμεινε στέρεος. Τήν ἑπόμενη ἡμέρα ὁ ἡγεμόνας τόν ἐλευθέρωσε, ὅμως ὁ Δημήτριος ἔχοντας πόθο νά μαρτυρήση πῆγε σέ κάποιο καφενεῖο καί ἔλεγξε μέ δριμύτητα τούς μουσουλμάνους καί ποδοπάτησε τό σαρίκι πού φοροῦσε. Τότε αὐτοί τόν κτύπησαν τόσο πολύ πού τόν ἄφησαν μισοπεθαμένο. Ὅμως ὁ Δημήτριος δυναμούμενος ἀπό τόν Κύριο σηκώθηκε καί οἱ Τοῦρκοι τόν κτύπησαν καί πάλι μέ μαχαίρι, ὅμως ὁ Θεός τόν προστάτευσε, γιά αὐτό ἀποφάσισαν νά τόν κάψουν ζωντανό. Στόν δρόμο πρός τό μαρτύριο κάποιος τοῦρκος δύο φορές τόν κτύπησε θανάσιμα στό κεφάλι μέ ξίφος, θαυματουργικά ὅμως ὁ μάρτυς θεραπευόταν καί οἱ δήμιοι μή ὑποφέροντας νά βλέπουν τόν μάρτυρα τόν κτύπησαν μέ μαχαίρι κι ἔτσι ὁ ἅγιος Δημήτριος τήν 2α Ἰουνίου τοῦ 1657 ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ἦταν δέ τόση ἡ μανία τῶν Τούρκων πού ἔβαλαν φωτιά νά κάψουν τό τίμιο σῶμα του, θείᾳ χάριτι ὅμως αὐτό ἔμεινε σῶο καί ἔτσι τό κατέκοψαν, τά δέ λείψανά του θαυματουργοῦν μέχρι σήμερα.

Ἀπολυτίκιον

   Τό νεόφωτον ἄστρον Χριστοῦ τῆς πίστεως, Φιλαδελφείας τόν γόνον, ἐν τοῖς ἐσχάτοις καιροῖς, εὐσεβείας οὐρανόν καταφωτίσαντα· πόθῳ ἀνδρείας ἀστραπαῖς καί ὑπ’ ὄχλου ἀκλινῶς ὡς θύμα σφαγιασθέντα μέλψωμεν θείας πρεσβείας αὐτοῦ πρός Κύριον δεχόμενοι.

Ποίημα Χαραλάμπους Μπούσια