ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 3 Μαΐου 2022

Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

3 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. δ΄ 1-10

    1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν· 3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. 5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ, 6 καὶ Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ, 7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. γ΄ 16-21

   16 Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

    Στίς 3 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ θαυματουργοῦ. Ὁ ὅσιος Πέτρος καταγόταν ἀπὸ τὴν Κωνσταντινούπολη καὶ ἦταν γόνος εὐσεβῶν γονέων. Μάλιστα ὅλα τὰ μέλη τῆς οἰκογένειάς του ἔγιναν μοναχοί. Ὁ ὅσιος Πέτρος τόσο πολὺ προόδευσε στὴν ἀπόκτηση τῶν ἀρετῶν, ὥστε ἔγινε τὸ πρότυπο ὅλης τῆς ἀδελφότητος. Ὁ πατριάρχης Νικόλαος ὁ Ἰταλὸς βλέποντας τὴν ἀρετὴ καὶ τὴν λογιότητά του ἀπεφάσισε νὰ τὸν προχειρίσει ἀρχιερέα. Ἐπειδὴ ὅμως ὁ ὅσιος δὲν πείσθηκε, γιὰ αὐτὸ χειροτονήθηκε ἀρχιερέας στὴv μητρόπολη Κορίνθου ὁ ἀδελφός του Παῦλος. Ὁ δὲ Πέτρος ἀκολούθησε τὸν ἀδελφό του στὴν Κόρινθο, ὅπου παρέμεινε γιὰ μεγάλο χρονικὸ διάστημα ἡσυχάζοντας. Ὅταν ὅμως ὁ ἀρχιερέας τοῦ Ἄργους ἐκοιμήθη σύσσωμοι οἱ χριστιανοὶ τοῦ Ἄργους καὶ τοῦ Ναυπλίου πῆγαν στὸν Παῦλο, γιὰ νὰ τὸν πείσουν νὰ τοὺς χειροτονήση ἀρχιερέα τὸν ἀδελφό του. Ὁ ὅσιος Πέτρος ἐπειδὴ δὲν συγκατάνευσε ἔφυγε ἀπὸ τὴν Κόρινθο γιὰ πολὺ καιρὸ. Ὅταν ἐπανῆλθε οἱ χριστιανοὶ τοῦ Ἄργους, μετὰ ἀπὸ πολλὲς δεήσεις, κατάφεραν νὰ τὸν μεταπείσουν. Ὁ ὅσιος, ἀφοῦ ἔγινε ἀρχιερεὺς, ἐπιμελήθηκε ἰδιαίτερα τὴν εὐταξία τῶν ἱερέων καὶ τῆς τοπικῆς Ἐκκλησίας τοῦ Ἄργους καί ἦταν πολὺ ἐλεήμων πρὸς τοὺς πτωχούς. Ἔτρεφε μεγάλο ἀριθμὸ ἐνδεῶν, βοηθοῦσε τὰ ὀρφανὰ καὶ τὶς χῆρες. Μάλιστα τὸ πιθάρι, ἀπὸ τὸ ὁποῖο ὁ ἅγιος προσέφερε ἀλεύρι στοὺς πτωχούς, ὅταν ἦταν ἕτοιμο νὰ τελειώση, μὲ τὶς προσευχὲς τοῦ ἁγίου ξαναβρέθηκε πάλι γεμάτο. Ἄλλο κατόρθωμα τοῦ ὁσίου Πέτρου ἦταν τὸ μεγάλο πλῆθος αἰχμαλώτων, ποὺ ἐλευθέρωσε ἀπὸ τὰ χέρια τῶν δυναστῶν τους. Ὁ ὅσιος Πέτρος ἀφοῦ κόπιασε τόσο πολὺ γιὰ τὴν ἀπόκτηση τῶν ἀρετῶν, σὲ ἡλικία ἑβδομήντα χρονῶν παρέδωσε τὸ πνεῦμα του στὸν Κύριο.

 

Ἀπολυτίκιον

Ἦχος γ’. Θείας πίστεως.


   Πέτρα ἄρρηκτος, τῆς Ἐκκλησίας, ποιμὴν ἄριστος, πόλεως Ἄργους, ἀνεδείχθης Ἱεράρχα πανεύφημε. Ὡς οὒν πιστὸς οἰκονόμος τῆς χάριτος, παντοίων νόσων ἠμᾶς ἐλευθέρωσαν, Πέτρε Ὅσιε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

 

Μεγαλυνάριον

   Χαίροις Βυζαντίου θεῖος βλαστός, καὶ τῆς Ἀργολίδος, ποιμενάρχης καὶ ἀρωγός· χαίροις Ἐκκλησίας, πνευματοφόρος πέτρα, τῆς χάριτος τὸ ὕδωρ, Πέτρε πηγάζουσα.