ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. θ΄ 19-31
19 Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ᾧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. 28 καὶ ἦν μετ᾿ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτὸν ἀνελεῖν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ᾿ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνοντο.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ιε΄ 17 – ις΄ 2
17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.25 ἀ λλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε.
ις΄ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΧΟΟΣ
Στίς 14 Μαΐου ἡ Ἐκκλησία μας ἑορτάζει τό νέον ἀθλητή τῆς πίστεως τόν Ἰωάννη, ὁ ὁποῖος καταγόταν ἀπό τή Σούμνα τῆς Βουλγαρίας. Τή γενέτειρά του, ἀκριβῶς, καθώς καί τά ὀνόματα τῶν γονέων του δέν τά γνωρίζουμε. Σύμφωνα μέ τή βουλγαρική διάλεκτο τό ὄνομά του ἦταν Ράικος, πού ἑρμηνεύεται στά ἑλληνικά «Ἰωάννης». Ἀσκοῦσε τό προσοδοφόρο ἐπάγγελμα τοῦ χρυσοχόου, ὡστόσο δέν αἰχμαλωτίσθηκε ἀπό τό «χρυσό» καί τήν τρυφηλή ζωή πού τοῦ προσφερόταν μέ συνακόλουθο τή ζωή τῆς ἁμαρτίας. Σέ ἡλικία 18 ἐτῶν ἦταν ἕνα πανέμορφο παλληκάρι πού ἀγαποῦσε τό Χριστό. μισοῦσε τίς σαρκικές ἡδονές καί τόν εὔκολο τρόπο ζωῆς, ἔχοντας ὡς πρότυπο στή ζωή του τόν πάγκαλο Ἰωσήφ· ἦταν δέ πάντα σέ θέση νά ὁμολογήσει τή χριστιανική του ἰδιότητα.
Ἀπέναντι ἀπό τό ἐργαστήριό του στή Σούμνα βρισκόταν ἕνα τούρκικο σπίτι, πού ὁ νοικοκύρης εἶχε μιά κόρη ἀνύπανδρη. Ἐκείνη πολεμήθηκε ἀπό αἰσχρούς λογισμούς ὅταν εἶδε τήν ὀμορφιά τοῦ Ἰωάννη. Καθημερινά φλεγόταν ἀπό τή σαρκική ἐπιθυμία καί μή μπορώντας νά πετύχει τό σκοπό της, ἐπινόησε μιά φοβερή πλεκτάνη.
Κάποια μέρα κατέβηκε καί βγῆκε ἔξω ἀπό τήν πόρτα τοῦ σπιτιοῦ της καί ἄρχισε νά φωνάζει τόν Ἰωάννη νά τήν πλησιάσει γιά νά τῆς πάρει, τάχα, μέτρο στό δάκτυλο, γιά νά τῆς φτιάξει ἕνα χρυσό δαχτυλίδι. Αὐτός μή γνωρίζοντας τόν ἀνόσιο σκοπό τῆς γυναίκας, μόλις πῆγε κοντά του ἡ μαινάδα, ἄρχισε μέ ἀδιάντροπα λόγια νά τόν παρακινεῖ στήν ἁμαρτία καί νά τόν τραβάει μέ ὅση δύναμη εἶχε μέσα στό σπίτι της. Ὁ χαριτώνυμος Ἰωάννης, συνειδητοποιώντας τόν ἠθικό κίνδυνο ἀντιστάθηκε μέ δύναμη, μέ ἀποτέλεσμα ἡ κοπέλα νά πέσει ἀνάσκελα.
Ἐκείνη, ἐπειδή δέν πέτυχε τό σκοπό της, μέ σατανική μανία ἄρχισε νά φωνάζει στούς παρευρισκομένους ὅτι ὁ Ἰωάννης ἀποπειράθηκε νά τή βιάσει. Ἀμέσως, κάποιοι αἱμοβόροι ἀγαρηνοί ἅρπαξαν μέ βιαιότητα τόν Ἰωάννη καί τόν ὁδήγησαν στόν Κριτή.
Ὁ Κριτής, μέ τή σύμφωνη γνώμη τοῦ πατέρα της, τοῦ πρότεινε ἤ νά γίνει τοῦρκος καί νά λάβει γυναίκα του τήν ἀδιάντροπη ἐκείνη κόρη ἤ νά θανατωθεῖ. Ὁ Ἰωάννης ἀπάντησε, χωρίς κἄν νά δειλιάσει, «χριστιανός εἰμί, χριστιανός θέλω νά ἀποθάνω». Μπροστά στό μεγαλεῖο τῆς σταθερῆς πίστεως καί ὁμολογίας τοῦ μάρτυρος, ὁ ἅγιος Νικόδημος ὁ Ἁγιορείτης ἀναφωνεῖ: «Ὦ τῆς στερᾶς σου ἐνστάσεως παμμακάριστε Ἰωάννη! Ὦ τοῦ ἀνδρείου σου φρονήματος! Ὦ τῆς πρός τόν Χριστόν θερμοτάτης καί διαπύρου σου ἀγάπης»!
Ἡ ἀπόφαση τοῦ Κριτοῦ μετά τήν ὁμολογία τοῦ Ἰωάννη ἦταν νά πεθάνει βασανιζόμενος μέχρι τέλους. Τόν ἔδειραν μέ σκληρότητα, τόν κρέμασαν μέ σχοινιά ἀπό τίς μασχάλες ψηλά καί ἔτσι κρεμασμένος πέρασε τό ὑπόλοιπο τῆς ἡμέρας μέχρι τό βράδυ. Κατά τή διάρκεια τοῦ μαρτυρίου τόν καλόπιαναν γιά νά ἀλλάξει γνώμη, ἀλλά ὁ ἅγιος δέν ὑπολόγιζε τίποτα. Ὁ νοῦς του εἶχε θελχθεῖ ἀπό τό θεῖο ἔρωτα καί γι’ αὐτό ἀντιμετώπισε μέ καρτερία τό μαρτύριο. Στή συνέχεια, τόν ἔκλεισαν γιά δύο ἡμέρες στή φυλακή γιά νά «συλλογισθεῖ καλά, τί θά κάνει»(!). Τόν κρέμασαν ἄλλες δύο φορές. Ὁ Ἰωάννης πιό σκληρός ἀπό τό βράχο, ἀψήφησε τά πάντα. Τήν τρίτη φορά πού τόν κρέμασαν πάλι ἀπό τίς μασχάλες, τοῦ ἔβαλαν ἀπό κάτω μάγγανο -βασανιστήριο ὄργανο- κι ὅπως γύριζε τοῦ κατέκοπτε τίς σάρκες. Σταμάτησαν ὅμως καί πάλι γιά νά ἀρχίσουν τίς ψυχολογικές πιέσεις. ἔφεραν μάλιστα κι ἕνα γιατρό. «Μή φοβεῖσαι», τοῦ λέγει, «δέν πεθαίνεις, οἱ πληγές σου ἰατρεύονται». Ὁμοίως, καί οἱ παρευρισκόμενοι ἔλεγαν: «Νά, ὅπου ἰατρεύεσαι. Εἰπέ πώς τουρκεύεις νά λυτρωθεῖς καί σέ κάμνωμεν ἕναν μεγάλο ἀγά».
Ὁ μάρτυς τοῦ Χριστοῦ ἀπαντοῦσε: «Τόν Χριστόν πιστεύω. Χριστιανός εἰμί. Δέν τουρκεύω». Τότε οἱ ἄθλιοι προέβησαν σέ μιά παράλογη ἐνέργεια. Ἔσχισαν τό δέρμα του καί ἔβγαλαν τά ἔντερά του καί ἀφοῦ πάστωσαν τίς πληγές μέ ἁλάτι, ἄρχισαν νά καῖνε τό σῶμα του μέ ἀναμμένα κεριά. Ποιός, ἀλήθεια, δέν φρίττει μέ τή σκληροκαρδία καί τή θηριογνωμία τους! Ἀλλά καί ποιός δέν θαυμάζει τή θαυμαστή καί ὑπέρ φύσιν καρτερία τοῦ μάρτυρος!
Κατόπιν οἱ ἐχθροί τοῦ Σταυροῦ χρησιμοποίησαν ἕνα ἄλλο βασανιστήριο ὄργανο μέ τό ὁποῖο τοῦ ἔσφιγγαν τό κεφάλι.
Τελικά, τόν ἀποκεφάλισαν γιά νά ἀποκομίσει «τόν ἀμαράντινον τῆς δόξης στέφανον» (Α΄ Πέτρου 5,4). Τό μαρτύριό του ἔλαβε χώρα στίς 14 Μαΐου 1802.
Ἀρχιμανδρίτης Παῦλος Ντανᾶς
Ἱεροκῆρυξ Ἱερᾶς Μητροπόλεως
Αἰτωλίας καί Ἀκαρνανίας
Ἀπολυτίκιον. Ἦχος β΄
(Ὅτε κατῆλθες)
«Ὅτε προσήχθης ὡς τό σφάγιον, τῷ Κριτῇ καί δυνάστῃ σου, τότε τήν πίστιν ἐτράνωσας καί τόν Χριστόν ὡμολόγησας, ὅτε δέ καί τάς προκλήσεις τῆς πονηρᾶς νεάνιδος ἀπέκρουσας, πάσας τάς βασάνους καρτερικώτατα ἔφερες, Ἰωάννη πανεύφημε, χρυσοχόε θεόληπτε».