ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 26 Μαρτίου 2022

ΑΓΙΟΙ ΕΙΚΟΣΙ ΕΞ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΓΟΤΘΙᾼ ΜΑΡΤΥΡΗΣΑΝΤΕΣ

 26 Μαρτίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ι΄ 32-38

  32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, 33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34 καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. 35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. β΄ 14-17

  14 Καὶ παράγων εἶδε Λευΐν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ· 15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΕΙΚΟΣΙ ΕΞ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΓΟΤΘΙ ΜΑΡΤΥΡΗΣΑΝΤΕΣ

  Στίς 26 Μαρτίου ἡἘκκλησία μας τιμᾶ τὴ μνήμη τῶν εἴκοσι ἕξι μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων, οἱ ὁποῖοι ἔζησαν τὸν 4ο αἰώνα, κατὰ τοὺς χρόνους τοῦ βασιλέως τῶν Γότθων Ἰουγγουρίχου.

  Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ἔλαβον διὰ πυρὸς τὸν τοῦ Μαρτυρίου ἄφθαρτον στέφανον ὑπὸ τοῦ Ἰουγγουρίχου, διότι οὗτος, ὁ ἀσεβέστατος, κατέκαυσε τὴν Ἐκκλησίαν τῶν Χριστιανῶν εἰς τὴν ὁποίαν κατεκάησαν καὶ οἱ εἴκοσι ἕξ Μάρτυρες». Τὸ ὁμαδικὸ μαρτύριο εἶχε μεγάλο ἀντίκτυπο στοὺς ἀνθρώπους τῆς περιοχῆς καὶ ἀπέδειξε ἀφενὸς τὴ σταθερότητα τῶν χριστιανῶν στὴν πίστη τους καὶ ἀφετέρου τὴ σκληρότητα τῶν εἰδωλολατρῶν ἀπέναντι στοὺς ἄκακους πιστοὺς τοῦ Χριστοῦ.

Πρωτ. Δ.Δ.Τ.