ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 1 Μαρτίου 2022

ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΕΥΔΟΚΙΑ

 1 Μαρτίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰούδα 1-10

   11 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφός δὲ Ἰακώβου τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· 2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. 3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. 

5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο ὅτι ὁ Κύριος λαὸν ἐκ τῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, 6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· 7 ὡς Σόδομα καὶ Γόμοῤῥα καὶ αἱ περὶ αὐτὰς πόλειςτὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος. 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. κβ΄ 39-42, 45 – κγ΄ 1

   39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.

   45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. 48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν· 52 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· 62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. 67 εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε, 68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· 69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

   κγ΄ 1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΕΥΔΟΚΙΑ

   Τήν 1η Μαρτίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Εὐδοκίας. Καταγόταν ἀπό τήν Ἡλιούπολη τῆς Φοινίκης κι ἔζησε κατά τούς χρόνους τοῦ Τραϊανοῦ τό 160, ἦταν δέ εἰδωλολάτρης. Στήν ἀρχή ὑπῆρξε πόρνη καί ἐπειδή ἕλκυε πολλούς στήν ἀκολασία, ἀπέκτησε μεγάλη περιουσία. Ἀργότερα ὅμως πίστεψε στόν Χριστό, χάρις σέ ἕναν μοναχό, ὀνόματι Γερμανό, τόν ὁποῖο ἄκουσε νά ἀναγινώσκει ψυχωφελεῖς λόγους περί εὐσεβείας καί μετανοίας. Ἀξιώθηκε μάλιστα θείας ὁπτασίας· βρέθηκε σέ ἔκσταση καί εἶδε τόν ἑαυτό της νά ἀνεβαίνει στόν οὐρανό. Ἐκεῖ ἔχαιραν οἱ ἅγιοι Ἄγγελοι γιά τήν μετάνοιά της ἐνῶ ἕνας μαῦρος καί ἄσχημος ἔτριζε τά δόντια του καί φώναζ ὅτι ἀδικεῖται ἐάν τήν πάρει κάποιος ἀπό τά χέρια του. Συνῆλθε λοιπόν, ἀποφάσισε νά ἐγκαταλείψει τήν ἁμαρτωλή ζωή της καί βαπτίσθηκε χριστιανή ἀπό τόν ἐπίσκοπο Θεόδοτο. Μοίρασε τά πλούτη της στούς φτωχούς καί ἐκάρη μοναχή. Ἀσκήτευε καλῶς, ἀλλά οἱ πρώην ἐραστές της τήν κατηγόρησαν στόν βασιλιά Αὐρηλιανό γιά τήν πίστη της. Ἀνέστησε τόν υἱό τοῦ βασιλιᾶ, τόν ὁποῖο μάλιστα ἕλκυσε στήν χριστιανική πίστη. Κατόπιν τήν πῆγαν στόν ἡγεμόνα τῆς Ἡλιουπόλεως Διογένη, ἀλλά ἐπειδή καί πάλι θαυματούργησε, τήν ἄφησαν ἐλεύθερη. Τέλος ἔγινε ἡγεμόνας ὁ Βικέντιος, ὁ ὁποῖος διέταξε νά τήν ἀποκεφαλίσουν κι ἔλαβε ἡ μακαρία τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

Ἦχος γ΄. Θείας πίστεως.

   Φόβον ἔνθεον, ἀναλαβοῦσα, κόσμου ἔλιπες, τὴν εὐδοξίαν, καὶ τῷ Λόγῳ Εὐδοκία προαέδραμες, οὐ τὸν ζυγὸν τὴ σαρκί σου βαστάσασα, ὑπερφυῶς ἠγωνίσω δι’ αἵματος. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

   Χάρις εὐδοκίας τῆς θεϊκῆς, νύμφην σε τοῦ Λόγου, ἀπειργάσατο ἐκλεκτήν, ἤθεσιν ὁσίοις, καί αἵματι Μαρτύρων, θεόφρον Εὐδοκία περιαστράπτουσιν.