ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 28 Φεβρουαρίου 2022

Ο ΙΕΡΟΜΑΡΤΥΣ ΠΡΟΤΕΡΙΟΣ

 28 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γ΄ ωάν. 1-15

   1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. 5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.

 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. 13 Πολλὰ εἶχον γράφειν, ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· 4 ἐλπίζω δὲ εὐθέως δεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 15 εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιθ΄ 29-40

   29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ 30 εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπον ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιῤῥίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΙΕΡΟΜΑΡΤΥΣ ΠΡΟΤΕΡΙΟΣ

   Στίς 28 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίοι ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ἦταν πρεσβύτερος στήν Ἐκκλησία τῆς Ἀλεξανδρείας, τό 450 κατά τούς χρόνους τῶν βασιλέων Μαρκιανοῦ καί Πουλχερίας. Ὅταν συγκροτήθηκε ἡ ἁγία καί οἰκουμενική τετάρτη σύνοδος τό 451, πῆγε κι ἐκεῖνος στήν Κωνσταντινούπολη μαζί μέ ἄλλους Ἀλεξανδρινούς ἐπισκόπους καί πρεσβυτέρους καί ἀγωνίσθηκαν κατά τῆς αἱρέσεως τῶν Μονοφυσιτῶν. Ἡ σύνοδος τῆς Ἀλεξανδρινῆς Ἐκκλησίας τόν ἀνέδειξε πατριάρχη λίγο ἀργότερα. Οἱ μονοφυσίτες ὅμως καί οἱ ὀπαδοί τοῦ Εὐτυχοῦς προκαλοῦσαν πάλι ταραχές στήν πόλη καί ἀπειλοῦσαν ὅτι θά ἐμπόδιζαν τό σιτάρι νά φτάσει στήν Ἀλεξάνδρεια, γι’ αὐτό ὁ Μαρκιανός πρόσταξε νά πηγαίνει τό σιτάρι στό Πηλούσιο ὄρος μέσῳ τοῦ Νείλου. Οἱ κάτοικοι τῆς Ἀλεξανδρείας ὅμως πείνασαν, γι’ αὐτό παρακάλεσαν τόν Ἀρχιεπίσκοπό τους νά μεσολαβήσει στόν βασιλιά γιά νά πηγαίνει τό σιτάρι καί πάλι στήν Ἀλεξάνδρεια, ὁ δέ βασιλιάς πείσθηκε στήν παράκληση τοῦ ἁγίου. Μετά τόν θάνατο τοῦ Μαρκιανοῦ, ὁ Τιμόθεος ὁ ἐπονομαζόμενος Αἴλουρος, μιά ἀσέληνη νύχτα ντύθηκε μαύρα ροῦχα καί πῆγε στά κελλιά τῶν μοναχῶν λέγοντας ὅτι εῖναι ἄγγελος Θεοῦ κι ὅτι πρέπει νά χωρισθοῦν ἀπό τήν κοινωνία καί ἕνωση μέ τόν Προτέριο. Οἱ μοναχοί ὄντες ἁπλοϊκοί ἐξαπατήθηκαν καί ἐπαναστάτησαν κατά τοῦ ἀρχιερέως τους. Ὁ Προτέριος φοβήθηκε κι ἔφυγε, ἀναχωρῶντας ὅμως εἶδε τόν προφήτη Ἠσαΐα, ὁ ὁποῖος τοῦ εἶπε νά ἐπιστρέψει καί ὅτι θά τόν δεχθεῖ, φανερώνοντας ἐμμέσως τόν θάνατο τοῦ Προτερίου. Πράγματι, ὁ ἅγιος ἀρχιερέας ἐπέστρεψε καί μπῆκε στήν μεγάλη κολυμβήθρα, ἴσως γιά νά κρυφτεῖ. Οἱ ἐξαπατημένοι μοναχοί καί οἱ μονοφυσῖτες ἔτρεξαν καί κατέσφαξαν μέ μυτερά καλάμια τόν Προτέριο. Στήν θέση του δέ ἀνέβασαν τόν ἀπατεῶνα Τιμόθεο. Ὅταν τό ἔμαθε ὁ βασιλιάς Λέων ὁ μέγας, ἔστειλε τόν Τιμόθεο να κριθεῖ ἀπό τούς ἄλλους ἀρχιερεῖς, οἱ ὁποίοι τόν καθαίρεσαν καί τόν ἐξόρισαν. Τῶν δέ λαϊκῶν πού συνέβαλαν στόν φόνο τοῦ Προτερίου, δήμευσαν τήν περιουσία τους. Χειροτονήθηκε λοιπόν νέος ἀρθόδοξος ἀρχιερέας καί ἔπαυσε πλέον ἡ ἀναταραχή.