ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Θεσ. δ΄ 13-17
13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κα΄ 8-9, 25-27, 35-36
8 Ὁ δὲ εἶπε· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε. μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος.
25 Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
35 ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΠΟΡΦΥΡΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΓΑΖΗΣ
Στίς 26 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Πορφυρίου Ἐπισκόπου Γάζης, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Θεσσαλονίκη καὶ ἔζησε τὸν 4ο αἰώνα. Ἐπεσκέφθη πολλὰ περίφημα μοναστήρια στὴν Αἴγυπτο καὶ τὴν Παλαιστίνη, ὅπου ἀπεκόμισε πλούσια πνευματικὴ ἐμπειρία. Ἀργότερα χειροτονήθηκε Ἐπίσκοπος Γάζης καὶ ἀντιμετώπισε πολλὲς ἀντιδράσεις ἀπὸ εἰδωλολάτρες καὶ αἱρετικούς, οἱ ὁποῖοι ἐπηρέαζαν τὰ ὄργανα τῆς κοσμικῆς ἐξουσίας ἐναντίον τῶν χριστιανῶν. Εἶχε γνωρισθεῖ μὲ τὸν Ἅγιο Ἰωάννη τὸ Χρυσόστομο, τὸν ὁποῖο εἶχε ἐπισκεφθεῖ στὴν Κωνσταντινούπολη. Ἀνέπτυξε μεγάλη δραστηριότητα καὶ πολλὰ ἦταν τὰ θαυμαστά του γεγονότα.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Πορφυραυγέσιν ἀρετῶν λαμπηδόσι, καταλαμπρύνας σεαυτὸν Ἱεράρχα, καθάπερ φῶς ἐξέλαμψας, Πορφύριε σοφέ· λόγοις γὰρ καὶ θαύμασιν, ἀληθῶς διαπρέψας, πᾶσιν ἐβεβαίωσας, εὐσεβείας τὴν χάριν· καὶ νῦν Χριστῷ ἀΰλως λειτουργῶν, ὑπὲρ τοῦ κόσμου μὴ παύσῃ δεόμενος.
Μεγαλυνάριον
Τῆς Θεσσαλονίκης σεπτός βλαστός, καί Γαζαίων θεῖος, Ποιμενάρχης καί ὁδηγός, καί τῆς Ἐκκλησίας, νυμφαγωγός ἐδείχθης, Πορφύριε τρισμάκαρ σώζων τά τέκνα σου.