ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 7 Φεβρουαρίου 2022

Ο ΟΣΙΟΣ ΠΑΡΘΕΝΙΟΣ

 7 Φεβρουαρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Πετρ. β΄ 21 – γ΄ 9

21 Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· 22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· 23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· 24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. 25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾿ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

γ΄ 1 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4 ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. 5 οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6 ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· -ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. 7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. 8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιβ΄ 13-17

13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἰπὲ οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω· 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος. 17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΠΑΡΘΕΝΙΟΣ

   Στίς 7 Φεβρουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Παρθενίου ἐπισκόπου Λαμψάκου. Ἔζησε κατά τούς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου, τό 318 καί ὁ πατέρας του ἦταν διάκονος, ὀνόματι Χριστοφόρος. Γράμματα δέν γνώριζε πολλά, ἀλλά ἦταν πολύ ἐνάρετος. Τό ἐπάγγελμά του ἦταν ψαράς καί μοίραζε σέ ὅσους εἴχαν ἀνάγκη τούς καρπούς τῆς ἐργασίας του. Εἴχε τἐτοια εὐσέβεια καί ἀρετή, ὥστε ὁ Θεός τοῦ ἔδωσε τό χάρισμα τῆς θαυματουργίας· μάλιστα ἔδιωχνε δαιμόνια καί θεράπευε ὅλες τίς ἀσθένειες. Ἕμαθε τά ἱερά γράμματα καί χειροτονήθηκε ἱερέας ἀπό τόν Φίλιππο, ἐπίσκοπο Μελιτουπόλεως. Ἀργότερα χειροτονήθηκε ἐπίσκοπος Λαμψάκου καί τελοῦσε πάμπολλα θαύματα ὅσο ζοῦσε ἀκόμα. Θεράπευσε ἕναν ἀνθρωπο, ὁ ὁποῖος τυφλώθηκε ἀπό ἕναν ταῦρο, γιάτρεψε μιά γυναῖκα ἀπό τόν καρκίνο σταυρώνοντάς την ἁπλῶς, νέκρωσε μέ ἕνα φύσημά του μόνο, τόν σκύλο πού λύσσαξε καί τόν δάγκωσε, ἀνέστησε ἄνθρωπο, τόν ὁποῖο καταπάτησε ἅμαξα καί τοῦ ὁποίου σχίσθηκε ἡ κοιλιά, ἐλευθέρωσε τήν γυναῖκα τοῦ ἐπιτρόπου ἀπό ἀκάθαρτο πνεῦμα καί ἀναρίθμητα ἄλλα. Ἀφοῦ προεῖπε τά μέλλοντα, ἐκοιμήθη εἰρηνικά.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

   Tῷ μύρῳ τοῦ Πνεύματος, ποιμὴν Λαμψάκου ὀφθείς, τὴν θείαν ἐνέργειαν παρὰ Θεοῦ δαψιλῶς θαυμάτων ἐπλούτησας, δαίμονας ἀπελαύνειν, ἀσθενοῦντας ἰᾶσθαι, νόσους ἀποδιώκειν καὶ πληρῶν τὰς αἰτήσεις, Παρθένιε ἱεράρχα, τῶν προσιόντων σοι.

Μεγαλυνάριον

   Τήν πηγήν τῆς χάριτος ἐκπιών, πέλαγος θαυμάτων, ἀναβλύζεις ὑπερφυῶν, καί καταπιαίνεις Χριστοῦ τήν Ἐκκλησίαν, ροαῖς ταῖς ζωηρρύτοις Πάτερ Παρθένιε.