ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ς΄ 16 – ζ΄1
16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
ζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιε΄ 21-28
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΒΟΥΚΟΛΟΣ
Στίς 6 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης. Ὁ Ἅγιος Βουκόλος ἔζησε κατά τούς ἀποστολικούς χρόνους καί ἔγινε κατοικητήριο τοῦ Ἁγίου Πνεύματος καθαρίζοντας τόν ἑαυτό του ἀπό τά πάθη καί τίς ἀδυναμίες. Γι᾽ αὐτό ὅταν ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος και Εὐαγγελιστής ἦλθε στήν Σμύρνη καί τόν εὗρε ἄξιο καί δόκιμο, τον χειροτόνησε Ἐπίσκοπο τῆς Σμύρνης. Ἔτσι ὁ Ἅγιος Βουκόλος καθ᾽ ὅλη τήν ἐπισκοπική του διακονία δίδαξε καί ἐποίμανε μέ ἀγάπη το ποίμνιο, πού τοῦ ἐμπιστεύθηκε ὁ Κύριος, ἐλευθέρωσε πολλούς εἰδωλολάτρες ἀπό τούς δαίμονες καί τούς ὁδήγησε βαπτίζοντάς τους στήν ἀλήθεια τοῦ Χριστοῦ. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Εἰς τὴν διακονίαν του ταύτην ὁ εὐπαίδευτος ζηλωτὴς ἱεράρχης ὑπηρέτησε μὲ ὅλην τὴν εὐσυνειδησίαν, τὴν θερμότητα καὶ τὴν αὐταπάρνησιν τῶν ἡρωϊκῶν καὶ μαρτυρικῶν ἐκείνων χρόνων. Ὑπῆρξε πατὴρ πρὸς τοὺς χριστιανούς του καὶ εἰς τὴν διδασκαλίαν καὶ εἰς τὴν ὑπεράσπισίν των, ὅταν ἐκινδύνευον ἀπὸ τοὺς ἐχθροὺς τοῦ Εὐαγγελίου· πρὸς δὲ τὰ εἰδωλολατρικὰ πλήθη ἐφέρετο μὲ θαυμασίαν σύνεσιν καὶ ἀγάπην, προσέχων μὲν νὰ μὴ τὰ ἐξερεθίζῃ, ἀλλὰ καὶ προσπαθῶν μὲ ὅλην τὴν τέχνην νὰ ἑλκύῃ πολλοὺς ἐξ αὐτῶν εἰς τὴν χριστιανικὴν πίστιν». Ὅταν ἦλθε ἡ ὥρα νά ἀναχωρήση πρός τήν ἄνω Ἱερουσαλήμ, ἀφοῦ χειροτόνησε διάδοχό του τον Ἅγιο Πολύκαρπο ἐξεδήμησε. Μάλιστα ἡ Παράδοση ἀναφέρει ὅτι στόν τόπο, πού ἐνταφιάσθηκε ἐπέτρεψε ὁ Θεός νά βλαστήση δένδρο, τό ὁποῖο χάριζε τήν ἴαση στούς πάσχοντες.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ὡς διαλάμπων ἀρετῶν ταῖς ἀκτῖσι, τοῦ ἐν τῷ στήθει τοῦ Δεσπότου πεσόντος, ἐκ πόθου προσεπέλασας τῷ θείῳ φωτί· ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας, ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν, Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε.
Μεγαλυνάριον
Τῷ ἠγαπημένῳ Μύστῃ Χριστοῦ, Βουκόλε θεόφρον, μαθητεύσας ὡς καθαρός, ὤφθης Ἐκκλησίας, ποιμήν τῆς ἐν τῇ Σμύρνῃ, καί τῷ καλῷ ποιμένι ταύτην ὡδήγησας.