ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 4 Φεβρουαρίου 2022

Ο ΟΣΙΟΣ ΙΣΙΔΩΡΟΣ Ο ΠΗΛΟΥΣΙΩΤΗΣ

 4 Φεβρουαρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α΄ 7-17

   7 Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ 10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 

13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14 ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. 15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. η΄ 7 – 17

   1 Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσι, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· 2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· 3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινὲς γὰρ αὐτῶν ἀπὸ μακρόθεν ἥκασι. 4 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας; 5 καὶ ἐπηρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπον· ἑπτά. 6 καὶ παρήγγειλε τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσι· καὶ παρέθεκαν τῷ ὄχλῳ. 7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ αὐτὰ εὐλογήσας εἶπε παρατιθέναι καὶ αὐτά. 8 ἔφαγον δὲ καὶ ἐχορτάσθησαν. καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9 ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ ἐμβὰς εὐθὺς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΙΣΙΔΩΡΟΣ Ο ΠΗΛΟΥΣΙΩΤΗΣ

     Στίς 4 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ὁσίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Αἴγυπτο και ἔζησε στό δεύτερο μισό τοῦ 4ου αἰώνα καί τό πρῶτο τοῦ 5ου. Σπούδασε θεολογία καί ἑλληνική φιλοσοφία. Ἐργάστηκε ὡς κατηχητής καί διδάσκαλος τῆς Ἐκκλησίας τῆς Ἀλεξανδρείας καί ἀργότερα ἀπεσύρθη σέ ἕνα μοναστήρι τοῦ Πηλουσίου γι᾽ αὐτό καί ὀνομάστηκε Πηλουσιώτης. Ὁ Ἰσίδωρος ἦταν «τύπος ἀσκητικός, ἄμεμπτος καί τολμηρός ἀπέναντι τῶν ἀρχόντων, εἴτε ἐκκλησιαστικοί ἦσαν εἴτε πολιτικοί, ὁσάκις ἐπρόκειτο περί σκανδαλωδῶν παρανομιῶν καί παρεκτροπῶν των».
Σώζονται πολλές ἐπιστολές του, οἱ ὁποῖες δείχνουν την πολυμάθειά του, ἀλλά καί την εὐκολία μέ τήν ὁποία χειριζόταν τήν ἑλληνική γλώσσα.

  Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

  Σοφίᾳ κοσμούμενος, παντοδαπῇ εὐκλεῶς, τοῖς λόγοις ἐκόσμησας, τήν Ἐκκλησίαν Χριστοῦ, Ἰσίδωρε Ὅσιε· σύ γάρ δι᾽ ἐγκρατείας, σεαυτόν ἐκκαθάρας, πράξει καί θεωρίᾳ, διαλάμπεις ἐν κόσμῳ· δι᾽ ὧν μυσταγωγούμεθα, Πάτερ τά κρείττονα.

Μεγαλυνάριον

  Ἔρωτι σοφίας διαπρεπής, ἀπδεδειγμένος, καταλάμπεις πᾶσαν τήν γῆν, ἐκ τοῦ Πηλουσίου, τῶν λόγων τάς ἀκτῖνας, ὥσπερ πυρσός ἐκπέμπων, Πάτερ Ἰσίδωρε.