ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 2 Ιανουαρίου 2022

Ο ΑΓΙΟΣ ΣΙΛΒΕΣΤΡΟΣ ΠΑΠΑΣ ΡΩΜΗΣ

 2 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Τιμ. δ’ 5-8

5 Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α’ 1-8

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, υἱοῦ τοῦ Θεοῦ. 2 Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου· 3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, 4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. 7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΣΙΛΒΕΣΤΡΟΣ ΠΑΠΑΣ ΡΩΜΗΣ

     Στίς 2 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἁγίου Σιλβέστρου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴ Ρώμη. Ἔζησε τέλος τοῦ 3ου καὶ ἀρχὲς τοῦ 4ου αἰώνα.
Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Ἀπὸ μικρᾶς ἡλικίας προσεκολλήθη εἰς τὸν ἱερὸν Κυρῖνον. Εἰς ἡλικίαν δὲ τριάκοντα ἐτῶν ἐχειροτονήθη ὑπὸ τοῦ πάπα Μαρκελλίνου∙ ἔγινε Πάπας τῷ 314 διαδεχθεὶς τὸν Ἅγιον Μελχιάδην ἢ Μιλτιάδην. Ἐνδιαφέρθη πολὺ διὰ τὸ ζήτημα τοῦ Ἀρείου. Εἰς τὴν Α΄ Οἰκουμενικὴν Σύνοδον τῆς Νικαίας, τῷ 325, ἀντεπροσωπεύθη ἀπὸ δύο ἱερεῖς». Συνέβαλε στὸ νὰ χτιστοῦν Ἱεροὶ Ναοί, θέσπισε λειτουργικοὺς κανόνες γιὰ τὸν καθαγιασμὸ τοῦ Ἁγίου Χρίσματος. Μεταξὺ τῶν καλλιτέρων ἔργων τοῦ πάπα Σιλβέστρου ἦταν ἡ μέριμνα τῶν πτωχοτέρων κληρικῶν καὶ τῶν μοναζουσῶν παρθένων.
Τὸ ἀπολυτίκιον τοῦ Ἁγίου ἀναφέρει:
«Στολὴν ἐνδυσάμενος, ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, Πατὴρ ἡμῶν Σίλβεστρε∙ ἔχων γὰρ πολιτείᾳ, συνεκλάμποντα λόγον, θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι᾽ ἧς οὐρανίου δόξης, ὤφθης συμμέτοχος».
Πρωτ. Δ.Δ.Τ.