ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 30 Δεκεμβρίου 2021

Η ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

 30 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Τιτ. α΄ 5-14

5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, 6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. 10 Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσι διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. 12 εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ια’ 27-33

27 ρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῶ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ λέγουσιν αὐτῷ· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἢ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην ἵνα ταῦτα ποιῇς; 29 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. 31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων; -ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι προφήτης ἦν. 33 καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ· οὐκ οἴδαμεν. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

      Στίς 30 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ, ἡ ὁποία ἔζησε τόν 3ο αἰώνα, κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς τῆς ἁγίας ἦταν εὐσεβεῖς καί πλούσιοι. Μετά τό θάνατό τους, ἡ ἁγία ζοῦσε μόνη της με ἡσυχία «καί εὐαρεστοῦσα τόν Θεόν διά τῆς πληρώσεως τῶν θείων ἐντολῶν». Κάποτε ἕνας εἰδωλολάτρης στρατιώτης τήν συνέλαβε καί την ἔσυρε στούς βωμούς τῶν εἰδώλων ἀναγκάζοντάς την νά θυσιάσει. «Ἐπειδή δέ ἡ Ἁγία ὡμολόγησε Θεόν τόν Χριστόν καί ἔπτυσεν εἰς τόν πρόσωπον τοῦ μιαροῦ ἐκείνου, ὠργίσθη ὁ ἀλιτήριος καί διεπέρασε τήν πλευράν τῆς Ἁγίας διά τοῦ ξίφους του, λαβούσης οὕτω τῆς μακαρίας Ἀνυσίας τόν ἀμαράντινον τοῦ μαρτυρίου στέφανον».
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τήν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καί χαίρουσα ἤθλησας· αἴγλη δέ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας. Και νῦν ἡμῖν ἱλεοῦσθε, Χριστόν τόν Κύριον.

Μεγαλυνάριον

Τρόποις ἀνυσίμοις πρός ἀρετήν μάρτυς Ἀνυσία, διαρρύθμισον νῦν ἡμᾶς· ζοφεροῦ ἐχθροῦ δέ, ἐκλύτρωσαι Μελάνη, τούς πόθῳ ἀφορῶντας τῇ ἐπιλάμψει σου.