ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 29 Δεκεμβρίου 2021

ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΩΝ

 29 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. δ΄ 9-22

    9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ᾿ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβάνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾿ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐῤῥύσθην ἐκ στόματος λέοντος. 18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. β΄ 13-23

      13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ ΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΩΝ

    Ὁ βασιλιάς Ἡρώδης παρήγγειλε στούς μάγους, ἀφοῦ προσκυνήσουν, νά ἐπιστρέψουν καί νά τόν πληροφορήσουν τά σχετικά μέ τόν νεογέννητο βασιλιά, τόν ὁποῖο ἀνήγγειλε ὁ ἀστέρας πού ἀκολουθοῦσαν, προφασιζόμενος ὅτι ἤθελε καί αὐτός νά τόν προσκυνήσει. Ἄγγελος Κυρίου ὅμως πρόσταξε τούς μάγους νά ἐπιστρέψουν ἀπό ἄλλο δρόμο στή χώρα τους, γι’ αὐτό ὁ Ἡρώδης θύμωσε πάρα πολύ. Ἐνθυμούμενος τά λόγια τῶν μάγων σχετικά μέ τήν ἐμφάνιση τοῦ ἀστέρα, ἔστειλε τούς στρατιῶτες του καί σκότωσαν ὅλα τά παιδιά στήν Βηθλεέμ, ἠλικίας ἔως δύο ἐτῶν. Νόμιζε ὁ ἀνόητος, ὅτι μαζί μέ ὅλα τά βρέφη θά θανατωνόταν κι εκεῖνος πού ἐπρόκειτο νά βασιλεύσει κι ἔτσι ὁ ἴδιος θά διασφάλιζε τόν ἐπίγειο θρόνο του. Οἱ προσπάθειές του ὅμως ἀποδείχθηκαν μάταιες, διότι ὁ ἄνθρωπος δέν μπορεῖ ποτέ νά ἐμποδίσει τήν βουλή τοῦ Θεοῦ. Μέ αὐτόν τόν τρόπο προξένησε τήν βασιλεία τῶν οὐρανῶν στά νήπια ἐνῶ στόν ἑαυτό του τήν αἰώνια κόλαση.

Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.

 Ὡς θύματα δεκτά, ὡς νεόδρεπτα ρόδα καί θεία απαρχή, και νεόθυτοι ἄρνες, Χριστῷ τῷ ὥσπερ νήπιον, γεννηθέντι, προσήχθητε, ἁγνά Νήπια, τήν τοῦ Ἡρώδου κακίαν, στηλιτεύοντα, καί δυσωποῦντα ἀπαύστως, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

 Βρέφη ἀπειράκακα καί ἁγνά, τῷ ἐκ τῆς Παρθένου, νηπιάσαντι ἑκοντί, ἤχθησαν σφαγέντα, ὡς ἄμωμοι θυσίαι· διό τήν τοῦ Ἡρώδου κακίαν φύγωμεν.