ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. γ’ 1-8
1 Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές. 2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· 3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, 4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6 κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. 7 ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιε΄ 12-21
12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον; 13 ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. 16 ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. 21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΠΟΡΦΥΡΙΟΣ Ο ΑΠΟ ΜΙΜΩΝ
Στίς 4 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ μάρτυρος Πορφυρίου τοῦ ἀπὸ μίμων, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἔφεσο καὶ ἔζησε τὸν 3ο αἰώνα. Ὁ Πορφύριος μὲ τὴν τέχνη του διακωμωδοῦσε συχνὰ τοὺς τρόπους καὶ τὰ ἤθη τῶν διωκομένων χριστιανῶν, διασκεδάζοντας τοὺς εἰδωλολάτρες. Ἀργότερα ἔχασε τὴ θυγατέρα του, ἡ ὁποία ὑπέκυψε σὲ ὀξύτατη νόσο. Τὸ γεγονὸς αὐτὸ τὸν πλήγωσε βαθύτατα καὶ τὸν ὁδήγησε στὴν ἀπόγνωση. Ἐγκατέλειψε τὴν τέχνη τοῦ μίμου καὶ μὲ τὴ βοήθεια κάποιου χριστιανοῦ στράφηκε πρὸς τὴ χριστιανικὴ πίστη, τὴν ὁποία προηγουμένως διακωμωδοῦσε. Ὁ Πορφύριος ζοῦσε πιὰ ὡς Χριστιανὸς καὶ παντοῦ ὁμολογοῦσε τὴν πίστη του. Τὸ γεγονὸς ἔφθασε καὶ στὸν ἔπαρχο, ὁ ὁποῖος προσπάθησε νὰ τὸν μεταπείσει. Ὁ γενναῖος ὅμως Πορφύριος ἀρνήθηκε καὶ δέχθηκε τὸν διὰ ξίφους θάνατο. Ἕνας ἀκόμα μάρτυς προστέθηκε στὸ ἁγιολόγιο τῆς Ἐκκλησίας μας.
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Ὡς ἐδέξω τό φέγγος τῆς θείας χάριτος,
ἐξ αἱμάτων πορφύραν λαμπράν ἐφοίνιξας, ἐναθλήσας ἀνδρικῶς Μάρτυς
Πορφύριε· ὅθεν τῆς δόξης τοῦ Χριστοῦ, κοινωνός ἀναδειχθείς, ἱκέτευε
Ἀθλοφόρε, ὑπέρ τῶν πίστει τιμώντων, τήν μακαρίαν σου ἄθλησιν.
Μεγαλυνάριον
Αἵμασι φοινίξας ἀθλητικοῖς, πορφύραν ἁγίαν, ἀφθαρσίας μαρτυρικῶς, Πορφύριε χαίρων, παρέστηκας Κυρίῳ, ὑπέρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.