ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 31 Οκτωβρίου 2021

Ο ΑΓΙΟΣ ΕΠΙΜΑΧΟΣ

31 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ια΄ 31 – ιβ΄ 9

    31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

    ιβ΄ 1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ις΄ 19-31

     19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπε δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· 28 ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ᾿ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31 εἶπε δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

 

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΕΠΙΜΑΧΟΣ

     Στίς 31 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἐπιμάχου τοῦ Αἰγυπτίου. Καταγόταν ἀπό τήν Αἴγυπτο καί ἀσκήτευε στό Πηλούσιον ὄρος, ταλαιπωροῦσε δέ τόν ἑαυτό του μέ πολλές σκληραγωγίες. Ἐκείνη τήν περίοδο ἔφθασε στήν Ἀλεξάνδρεια ἕνας ἀπάνθρωπος δικαστής, ὀνόματι Ἀπελλιανός. Ἦταν ἀδυσώπητος διώκτης τῶν χριστιανῶν, γι’ αὐτό πολλοί πιστοί ἔφευγαν ἀπό τίς πόλεις και πήγαιναν στήν ἔρημο, φοβούμενοι τά βασανιστήρια. Ὁ Ἐπίμαχος ἔμαθε τί συνέβαινε, γι’ αὐτό ἄφησε τήν ἡσυχία τῆς ἐρήμου καί κινούμενος ἀπό θεῖο ζῆλο, γκρέμισε ἕναν εἰδωλολατρικό βωμό στό κέντρο τῆς Ἀλεξανδρείας. Κατόπιν ὅρμησε κατά τοῦ Ἀπελλιανοῦ, ἀλλά τόν σταμάτησαν οἱ σωματοφύλακες τοῦ τυράννου. Συνελήφθη, τόν κρέμασαν πάνω σέ ξύλο καί τοῦ ξέσκιζαν τίς σάρκες μέ σιδερένια νύχια, τόν ἔτριβαν μέ τραχειές πέτρες καί τέλος τόν ἔριξαν στή φυλακή. Ἐκεῖ βρῆκε τήν εὐκαιρία νά ἐνδυναμώσει τούς φυλακισμένους χριστιανοὐς γιά νά ἀντέξουν τά βασανιστήρια. Καθώς καταξέσκιζαν καί πάλι τό σῶμα τοῦ μάρτυρα, μία κόρη τυφλή ἀπό τό ἕνα μάτι, ἔκλαιγε βλέποντας τίς ταλαιπωρεῖες πού ὑφίστατο ὁ μάρτυρας. Καθώς βασανιζόταν ὁ ἅγιος, πετάχτηκε λίγο αἷμα στό τυφλό μάτι τῆς κόρης και κατά θαυμαστό τρόπο ἔγινε καί πάλι ὑγιές. Τέλος, ἐπειδή ὁ ἅγιος Ἐπίμαχος δέν ἀρνιόταν τήν πίστη του, παρά τά φρικτά βασανιστήρια, δόθηκε ἐντολή νά ἀποκεφαλιστεῖ. Τό ἅγιο λείψανό του ἐνταφιάσθηκε ἀπό τούς χριστιανούς στόν τόπο ὅπου μαρτύρησε. Μετά ἀπό ἀρκετά χρόνια ἔγινε ἡ ἀνακομιδή τοῦ σκηνώματός του στήν Κωνσταντινούπολη.

 Ἀπολυτίκιον
(Ἦχος α’. Τῆς ἐρήμου πολίτης.)

Ὡς γενναῖος ὁπλίτης τοῦ Σωτῆρος Ἐπίμαχε, τῷ ἐχθρῷ στερρῶς συνεπλάκης, συμμαχίᾳ τῆς πίστεως, καὶ τοῦτον ἐτροπώσω Ἀθλητά, βασάνους πολυτρόπους ὑποστάς· διὰ τοῦτο ὡς τοῦ Λόγου σε κοινωνόν, τιμῶμεν ἀνακράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Μεγαλυνάριον

    Μάχην συγκροτήσας περιφανῆ, Ἐπίμαχε μάκαρ, ἐναντίον τῶν δυσμενῶν, θείᾳ δυναστείᾳ λαμπρὸν τρόπαιον ἦρας· διὸ τῶν σῶν καμάτων, δρέπεις τὰ ἔπαθλα.