ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 28 Οκτωβρίου 2021

ΟΙ ΑΓΙΟΙ ΤΕΡΕΝΤΙΟΣ, ΝΕΟΝΙΛΛΗ ΚΑΙ ΤΑ ΤΕΚΝΑ ΑΥΤΩΝ

 28 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

βρ. θ’ 1-7

     1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 38-42 ια΄27-28

     38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.

   ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΤΕΡΕΝΤΙΟΣ, ΝΕΟΝΙΛΛΗ ΚΑΙ ΤΑ ΤΕΚΝΑ ΑΥΤΩΝ

      Στίς 28 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων μαρτύρων Τερεντίου, Νεονίλλης καί τῶν τέκνων αὐτῶν, Σαρβήλου, Νιτᾶ, Ἱέρακος, Θεοδούλου, Φωτίου, Βήλης καί Εὐνίκης. Οἱ ἅγιοι αὐτοί ἀποτελοῦσαν μία οἰκογένεια καί λάτρευαν κρυφά τόν ἀληθινό Θεό. Κάποιος τούς πρόδωσε στόν ἡγεμόνα, γι’ αὐτό καί παρουσιάστηκαν στό δικαστήριο. Ὁμολόγησαν μέ παρρησία τήν πίστη τους στόν τριαδικό Θεό καί περιγελοῦσαν τήν λατρεία τῶν εἰδώλων. Τούς κρέμασαν καί τούς καταξέσκιζαν μέ ἀπίστευτη σκληρότητα τίς σάρκες τους, συγχρόνως δέ τούς ἔριχναν ἁλάτι στίς πληγές τους καί τούς ἔκαιγαν, ἀνάβοντας ἀπό κάτω τους φωτιά. Ὅλη ἡ οἰκογένεια προσευχόταν κι ὁ ἕνας ἐνεθάρρυνε τόν ἄλλο. Ὁ Κύριος εἰσάκουσε τήν προσευχή τους κι ἔστειλε ἄγγελο γιά νά τούς κόψει τά δεσμά καί νά γιατρέψει τίς πληγές τους. Ὅλοι οἱ ἀσεβεῖς ἐξεπλάγησαν καί φοβήθηκαν. Κατόπιν τούς φυλάκισαν καί τήν ἑπόμένη τούς ἔδερναν μέ ρόπαλα, τούς ἔδεσαν σέ τροχούς καί τούς ξαναέδειραν. Ἔμειναν ὅμως καί πάλι ἀβλαβεῖς· ἀκόμα καί τά ἄγρια θηρία τούς σεβάστηκαν καί δέν τους πείραξαν. Ἔπειτα τούς ἔβαλαν μέσα σέ λέβητα γεμάτο μέ βραστή πίσσα, ὅπου καί πάλι δέν ἔπαθαν τίποτα, διότι ἡ καυτή πίσσα θαυματουργικῶς μετεβλήθη σέ νερό. Τέλος τούς ἀποκεφάλισαν κι ἔτσι τελείωσαν τό μαρτύριό τους.

 Ἀπολυτίκιον

(Ἦχος γ’. Θείας πίστεως.)

     Νόμω φύσεως, συνδεδεμένοι, κράτος πίστεως, ἐνδεδυμένοι, μαρτυρίου τὴν ὁδὸν διηνύσατε, σὺν Νεονίλλη θεόφρον Τερέντιε, καὶ ἡ τῶν Παίδων ὑμῶν ἑπτὰς ἔνθεος. Καὶ νῦν ἄφεσιν, αἰτήσασθε παμμακάριστοι, τοὶς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.

 Μεγαλυνάριον.

Γενεά εὐθέων εὐλογητή, ὡς ὁ Δαβίδ ἔφη, ἀνεδείχθητε τῷ Θεῷ, Τερέντιε μάκαρ, σύν τοῖς κλεινοῖς υἱοῖς σου, καί τῇ συνεύνῳ πίστει, ἀνδραγαθήσαντες.