ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 25 Οκτωβρίου 2021

ΑΓΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ

25 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. α’ 1-7

    1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, 6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ, 7 καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι΄ 22-24

      22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ

     Στίς 25 Ὀκτωβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου. Ὁ ἅγιος Ἀναστάσιος παρουσιάσθηκε μέ τήν θέλησή του στούς εἰδωλολάτρες καί ὁμολόγησε μέ παρρησία ὅτι εἶναι χριστιανός καί ὅτι ὁ Χριστός εἶναι ὁ μόνος ἀληθινός Θεός καί δημιουργός τοῦ παντός. Βλέποντας οἱ ἐθνικοί τό ἀνδρεῖο φρόνημά του καί ἀφοῦ βεβαιώθηκαν ὅτι ὁ στρατιώτης τοῦ Χριστοῦ εἶναι ἀμετακίνητος στήν πίστη τοῦ Χριστοῦ τόν ἀποκεφάλισαν καί ἔρριξαν τό τίμιο λείψανό του στήν θάλασσα. Ἀπό ἐκεῖ τό περισυνέλεξε μία εὐσεβής χριστιανή, ἡ ὁποία, ἀφοῦ τό τύλιξε μέ σενδόνια καί τό ἄλειψε μέ μύρο, τό ἐνταφίασε σέ εὐκτήρια οἶκο ἀφιερωμένο στό ὄνομα τοῦ μάρτυρος, τό ὁποῖο μέ τήν χάρη τοῦ Θεοῦ ἔγινε πηγή ἰάσεων καί θαυμάτων.