ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 26 Οκτωβρίου 2021

ΜΝΗΜΗ ΤΗΣ ΕΙΣΕΛΕΥΣΕΩΣ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ

 26 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Τιμ. β’ 1-10

    1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

ω. ιε’ 17-ις’ 2

    17 Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. 26 ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε.

    ις΄ 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΜΝΗΜΗ ΤΗΣ ΕΙΣΕΛΕΥΣΕΩΣ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΟΣ ΤΟΥ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ

   Στίς 26 Ὀκτωβρίου ἡ Ἐκκλησία μνημονεύει “τήν ἀπό Θεσσαλονίκης στήν ἐν Κωνσταντινουπόλῃ μονή τοῦ Παντοκράτορος, διά προσταγῆς βασιλικῆς γενομένης εἰσελεύσεως τοῦ περιωνύμου καί ἀηττήτου Δημητρίου, ἤτοι τῆς ἱερᾶς Εἰκόνος αὐτοῦ, τῆς πρότερον ἐπικειμένης τῇ μυροβλύτῳ αὐτοῦ σορῷ, καί σκεπούσης ταύτην”. Τό 1143 κατά τούς χρόνους τοῦ αὐτοκράτορος Μανουήλ τοῦ Κομνηνοῦ ἔλαβε χώρα ἡ μετάθεση τῆς ἱερᾶς εἰκόνας ἀπό τόν τάφο τοῦ Ἁγίου Δημητρίου στήν Θεσσαλονίκη στήν Κωνσταντινούπολη. Κάποτε ὁ βασιλεὐς πῆγε νά πολεμήσει στή Σικελία καί συγχρόνως ὁ ἡγούμενος τῆς ἐν Κωνσταντινουπόλῃ μονῆς Παντοκράτορος ἤθελε νά τόν συναντήσει γιά κάποιες ὑποθέσεις τῆς μονῆς. Ἤλπιζε νά τόν βρεῖ στή Θεσσαλονίκη, ἀλλά τελικά τόν συνάντησε σέ ἕνα μέρος ἔξω ἀπό τή Βέροια. Ἐκτός τῶν ἄλλων ζητημάτων τόν παρεκάλεσε νά διατάξει τήν μεταφορά τῆς θαυματουργοῦ εἰκόνος τοῦ Ἁγίου Δημητρίου, ἡ ὁποία ἦταν τοποθετημένη στόν τάφο καί τήν σορό τοῦ ἁγίου λειψάνου του, στήν μονή Παντοκράτορος. Ὁ αὐτοκράτορας δέχθηκε τό αἴτημα καί ἔδωσε ἐντολή στόν δούκα τῆς Θεσσαλονίκης νά παραδώσει τήν προαναφερθείσα εἰκόνα καί νά βάλει στόν τάφο τοῦ ἁγίου μία νέα. Πράγματι κατασκευάσθηκε νέα εἰκόνα ἀπό χρυσό καί ἀσήμι, μεγαλύτερη καί ὠραιότερη ἀπό τήν πρώτη, ἡ ὁποία τοποθετήθηκε στόν τάφο τοῦ ἁγίου. Ἡ παλαιά στάλθηκε στήν βασιλεύουσα· ὅταν πληροφορήθηκαν οἱ πιστοί, ὅτι φθάνει ἡ εἰκόνα, συγκλητικοί, κληρικοί, μοναχοί καί λαϊκοί τήν προϋπάντησαν ἑπτά χιλιόμετρα ἔξω ἀπό τήν Πόλη, μέ ὕμνους, ὠδές, λαμπάδες καί θυμιάματα. Τήν πῆγαν λοιπόν στήν μονή Παντοκράτορος τήν εἰκοστή τρίτη Ὀκτωβρίου καί πλήθη πιστῶν ἀπό τήν Κωνσταντινούπολη, άλλά καί ἀπό τά περίχωρα συνέρρεαν γιά νά τήν προσκυνήσουν. Ἡ θαυματουργός εἰκόνα μετετέθη πρῶτον γιά νά εἶναι στολισμός, φύλακας καί βοηθός τῆς μονῆς, τοῦ βασιλέως καί γιά νά ἀποκρούει τούς ἐχθρούς τῆς αὐτοκρατορίας καί τῆς Πόλης.

 Ἀπολυτίκιον

    Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

    Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον, καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.