ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 27 Οκτωβρίου 2021

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΑΠΙΤΩΛΙΝΗ ΚΑΙ ΕΡΩΤΗΪΣ

27 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. α 12-20

      12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. 15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16 οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· 17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. 18 τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· 19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, 20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾿ ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ια’ 9-13

     9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· 10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιχθήσεται. 11 τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ; 12 ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; 13 εἰ οὖν ὑμεῖς, ὑπάρχοντες πονηροί, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΑΠΙΤΩΛΙΝΗ ΚΑΙ ΕΡΩΤΗΪΣ

     Στίς 27 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων γυναικῶν μαρτύρων Καπετωλίνης καί Ἐρωτηίδος. Ἔζησαν στούς χρόνους τοῦ Διοκλητιανοῦ καί τοῦ ἄρχοντος τῆς Καππαδοκίας Ζιλικινθίου. Ἡ Καπετωλίνα ἦταν πλούσια καί εὐγενικῆς καταγωγῆς ἐνῶ ἡ Ἐρωτηΐς ἡ δούλη της. Ἡ ἁγία Καπετωλίνα μοίρασε ὅλη τήν περιουσία της στούς φτωχούς, ἐλευθέρωσε τούς δούλους της καί πῆγε στόν ἄρχοντα Ζιλικίνθιο, ἐνώπιον τοῦ ὁποίου μέ θάρρος διακήρυξε τήν πίστη της στόν ἀληθινό Θεό, τόν Χριστό. Τήν φυλάκισαν καί τήν ἑπομένη τήν ἀποκεφάλισαν. Ἡ δούλη της Ἐρωτηΐς χτύπησε μέ πέτρες τόν ἄρχοντα, γι’ αὐτό τήν ἔδειραν μέ ραβδιά. Μέ τήν χάρη τοῦ Θεοῦ διέμεινε ἀβλαβής καί τήν ἀποκεφάλισαν, ὅπως καί τήν κυρία της.