ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 2 Αυγούστου 2021

ΑΝΑΚΟΜΙΔΗ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ ΣΤΕΦΑΝΟΥ

2 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ς΄ 8 – ζ΄ 5, 47-60

    8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

   ζ΄ 1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, 3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαῤῥάν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιγ΄ 54-58

    54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΝΑΚΟΜΙΔΗ ΙΕΡΩΝ ΛΕΙΨΑΝΩΝ ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ ΣΤΕΦΑΝΟΥ

    Στίς 2 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τὴν ἀνακομιδὴ τῶν λειψάνων τοῦ πρωτομάρτυρος ἁγίου Στεφάνου. Ἐπὶ βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου φανερώθηκε σὲ ὀπτασία σὲ κάποιον γέροντα ἱερέα ὁ τόπος ποὺ ἦταν ἐνταφιασμένο τὸ ἱερό λείψανο τοῦ ἁγίου Στεφάνου. Ὁ ἐν λόγῳ ἱερέας ἀπεκάλυψε τὴν ὀπτασία στὸν τότε Πατριάρχη Ἱεροσολύμων Ἰωάννη, ὁ ὁποῖος ἀφοῦ ἔσκαψε στὸν τόπο ποὺ τοῦ ὑπέδειξε ὁ ἱερέας εὑρῆκε τὴν θήκη τοῦ ἱεροῦ Λειψάνου. Κατὰ τὴν εὕρεση ἔγινε μεγάλος σεισμὸς καὶ ἔντονη εὐωδία ἀνέβλυζε ἀπὸ τὸ ἱερό λείψανο. Ἀπὸ δὲ τοὺς οὐρανοὺς ἀκούγονταν ἀγγελικοὶ ὕμνοι. Κατόπιν μὲ πομπὴ τὸ μετέφεραν καὶ τὸ ἀπέθεσαν στὴν ἁγία Σιών ἕως ὅτου κτίσθηκε ἱερὸς ναὸς ἀφιερωμένος στὸν ἅγιο Στέφανο μὲ τὶς χορηγίες ἑνὸς συγκλητικοῦ. Ὅταν ὁ συγκλητικὸς ἐκεῖ νος κοιμήθηκε, τοποθέτησαν τὸ ἱερό λείψανό του σὲ παρόμοια θήκη μὲ αὐτὴ τοῦ ἁγίου Στεφάνου καὶ μάλιστα κοντὰ σὲ αὐτήν. Ἡ δὲ γυναίκα τοῦ συγκλητικοῦ μετὰ τὴν χηρεία της ἀποφάσισε νὰ λάβει τὴν λειψανοθήκη τοῦ ἄνδρα της καὶ νὰ γυρίσει στὴν πατρίδα της, στὴν Κωνσταντινούπολη. Ἀπὸ θεία πρόνοια πῆρε κατὰ λάθος τὴν λειψανοθήκη τοῦ ἁγίου Στεφάνου. Καθ ὅλη τὴν διάρκεια τοῦ ταξιδιοῦ της πολλὰ σημεῖα καὶ θαύματα τελέστηκαν. Ὅταν ἔφθασαν στὴν Κωνσταντινούπολη ἐξῆλθε ὁ αὐτοκράτορας, ἅγιος Κωνσταντῖνος, ὁ Πατριάρχης καὶ ὅλος ὁ κλῆρος καὶ ὁ λαὸς νὰ προϋπαντήσουν τὸ ἅγιο λείψανο. Μετὰ ἀπὸ θεία ὑπόδειξη κτίσθηκε ἱερὸς ναὸς ἐπ᾽ ὀνόματι τοῦ ἁγίου Στεφάνου, ὅπου καὶ ἐναπέθεσαν τὸ ἅγιο λείψανο.

Ἀπολυτίκιον

(Ἦχος πλ. δ΄. Ταχύ προκατάλαβε.)

Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων Πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

Ὅλον διαλάμπων ὑπερφυῶς, αἴγλη ἀφθαρσίας, ὡς πολύαθλος θησαυρός, ἀπό γῆς ἐφάνη, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Στέφανε Πρωτομάρτυς τό θεῖον σκῆνός σου.