ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 31 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΕΥΔΟΚΙΜΟΣ

 31 Ἰουλίου 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Ρωμ. θ΄ 1-6 

      1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, 2 ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3 ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, 4  οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ. 

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Μτθ. θ΄ 18-26 

      18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ. 20 Καὶ ἰδοὺ γυνή, αἱμοῤῥοοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21 ἔλεγε γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. 22 ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς· 24 ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει, καὶ κατεγέλων αὐτοῦ· 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. 

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 Ο ΑΓΙΟΣ ΕΥΔΟΚΙΜΟΣ 

     Στίς 31 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου καί δικαίου Εὐδοκίμου. Ὁ ἅγιος Εὐδόκιμος ἔζησε κατά τούς χρόνους τοῦ εἰκονομάχου βασιλέα Θεοφίλου καί καταγόταν ἀπό τήν Καππαδοκία, ἀπό γονεῖς εὐσεβεῖς καί ἐπισήμους στό γένος, μάλιστα ὁ πατέρας του κατεῖχε τό ἀξιώμα τοῦ Πατρικίου. Ὁ ἅγιος Εὐδόκιμος ὄχι μόνο τίμησε τό γένος του, ἀλλά εἶχε στολισθεῖ καὶ μέ ὅλες τίς κατά Θεό ἀρετές, ἰδιαίτερα δέ μέ τήν ταπεινοφροσύνη, τήν ἐλεημοσύνη καί τήν ἀνάγνωση τῆς Ἁγίας Γραφῆς. Γιά τόν λόγο αὐτό ὁ αὐτοκράτορας τόν τίμησε μέ τό ἀξίωμα τοῦ Κανδιδάτου καί τόν διόρισε στρατοπεδάρχη στήν χώρα τῆς Καππαδοκίας. Ὁ ἅγιος Εὐδόκιμος δέν μεταχειριζόταν τό ἀξίωμά του γιά προσωπική τιμή καί δόξα, ἀλλά πρός ἐπιμέλεια καί φροντίδα τῶν συνανθρώπων του. Βοηθοῦσε τίς χῆρες καί τά ὀρφανά καί ἔδινε ἐλεημοσύνες στίς ἐκκλησίες.Ἔτσι ὁ ἀοίδιμος Εὐδόκιμος ἔγινε τέλειος σέ κάθε ἀρετή. Ὅμως σέ νεαρά ἡλικία ἀρρώστησε καί παρέδωσε τήν τιμία ψυχή του στὰ χέρια τοῦ Θεοῦ. Οἱ δέ δοῦλοι του μετά ἀπό παραγγελία τοῦ ἁγίου τόν ἔθαψαν μέ τά ἐνδύματα καί μέ τά ὑποδήματά του. Ὁ Θεός ὅμως δόξασε τόν δοῦλο του Εὐδόκιμο ἐπιτρέποντας νά ἐπιτελοῦν τά χαριτόβρυτα λείψανά του πολλά θαύματα, τά ὁποῖα καί ἀποθησαύρισαν σέ περικαλλῆ Ναό στήν Κωνσταντινούπολη. 

 Ἀπολυτίκιον 

 (Ἦχος δ΄. Ταχὺ προκατάλαβε.) 

 Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε, σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Μεγαλυνάριον 

  Εὐδόκιμος πέφηνας τῷ Θεῷ, ἐν δικαιοσύνῃ, τὸν σὸν βίον διαδραμών· ὃ λαθὼν γὰρ ἔσχες, ἐγνώσθη μετὰ τέλος, Εὐδόκιμε θεόφρον, πρὸς θείαν αἴνεσιν.