ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 30 Ιουλίου 2021

Η ΜΑΡΤΥΣ ΙΟΥΛΙΤΤΑ Η ΕΝ ΚΑΙΣΑΡΕΙᾼ

 30 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Πρξ. ιε΄ 35-41 

      35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν ἐπικαλούμενον Μᾶρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. 39 ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. 

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Μτθ. ιγ΄ 44-54 

      44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. 45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. 47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὀν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. 52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 Η ΜΑΡΤΥΣ ΙΟΥΛΙΤΤΑ Η ΕΝ ΚΑΙΣΑΡΕΙᾼ 

     Στίς 30 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Μάρτυρος Ἰουλίττης, ἡ ὁποία καταγόταν ἀπὸ τὴν Καισάρεια τῆς Καππαδοκίας καὶ ἔζησε τὸν 4ο αἰώνα. Ὑπῆρξε σύγχρονος τοῦ Μεγάλου Βασιλείου, ὁ ὁποῖος «ἔτρεφεν πολλὴν πρὸς αὐτὴν ὑπόληψιν ἕνεκα τῆς εὐσεβείας καὶ τῶν πολλῶν ἀρετῶν της». Ἡ Ἰουλίττα εἶχε κτηματικὴ περιουσία, τὴν ὁποία εἶχε σφετεριστεῖ ἕνας κακόψυχος πλεονέκτης. Ἡ Ἁγία ἀντιμετώπιζε τὴν ἄγρια συμπεριφορὰ τοῦ πλεονέκτη μὲ ὑπομονή, ἐνῶ ἐκεῖνος προσπαθοῦσε νὰ τὴν ἐξοντώσει. Ἔτσι τὴν κατηγόρησε στὸν ἄρχοντα τῆς Καισάρειας ὅτι ἦταν χριστιανὴ καὶ ὁδηγήθηκε στὸ μαρτύριο. Συγκεκριμένα ὁ ἄδικος κριτὴς «ἔρριψε τὴνἉγίαν ἐντὸς ἀνημμένης καμίνου· ἡ δὲ κάμινος ἐνηγκαλίσθη τὸ σῶμα τῆς Ἁγίας ὡς φωτεινὸς θάλαμος, καὶ τὴν μὲν ψυχήν της ἀνέπεμψεν εἰς τὰς οὐρανίους Μονάς, τὸ δὲ σῶμα της διεφύλαξεν ἄφλεκτον καὶ ἀκέραιον, ἵνα ἔχωσιν αὐτὸ παραμυθίαν καὶ ἰατρεῖον οἱ συγγενεῖς της καὶ ὅλοι οἱ πιστοὶ Χριστιανοί», ὅπως μᾶς πληροφορεῖ ὁ Συναξαριστής. 

 Πρωτ. Δ.Δ.Τ.