ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 2 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ

 2 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιγ΄ 13-24

     13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 

17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυΐδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυΐδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ς΄ 5-14

     5 Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου. 9 ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπε δὲ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. 11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δέ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ

     Στίς 2 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Δημητρίου. Ὁ ἅγιος Δημήτριος καταγόταν ἀπό τήν Φιλαδέλφεια τῆς Μικρᾶς Ἀσίας, ἀπό λαμπρό γένος καί ἦταν γιός ἱερέως. Ὅταν πέθανε ὁ πατέρας του, ἡ μητέρα του τόν ἀνέθρεψε μέ φόβο Θεοῦ. Ἐπειδή ὅμως ἦταν ὄμορφος στήν ὄψη, σέ μικρή ἡλικία, οἱ Τοῦρκοι τόν τούρκεψαν καί τόν παρέδωσαν σέ ἕνα Ἀγαρηνό νά τόν ὑπηρετῆ. Ὁ μάρτυς ὅμως προόδευσε τόσο πολύ, πού σύντομα ἀπέκτησε περιουσία καί ἔγινε σπουδαῖος ἀξιωματικός στόν στρατό. Ὅταν ὅμως ἔγινε εἴκοσι πέντε χρόνων συναισθάνθηκε τήν ἁμαρτία του καί παρουσιάσθηκε στόν ἡγεμόνα τῆς Φιλαδέλφειας καί ὁμολόγησε ὅτι εἶναι Χριστιανός. Γιά αὐτό οἱ Τοῦρκοι τόν ράβδισαν, τόν φυλάκισαν καί προσπάθησαν μέ κολακεῖες νά τόν μεταπείσουν, ὅμως ὁ μάρτυς ἔμεινε στέρεος. Τήν ἑπόμενη ἡμέρα ὁ ἡγεμόνας τόν ἐλευθέρωσε, ὅμως ὁ Δημήτριος ἔχοντας πόθο νά μαρτυρήση πῆγε σέ κάποιο καφενεῖο καί ἔλεγξε μέ δριμύτητα τούς μουσουλμάνους καί ποδοπάτησε τό σαρίκι πού φοροῦσε. Τότε αὐτοί τόν κτύπησαν τόσο πολύ πού τόν ἄφησαν μισοπεθαμένο. Ὅμως ὁ Δημήτριος δυναμούμενος ἀπό τόν Κύριο σηκώθηκε καί οἱ Τοῦρκοι τόν κτύπησαν καί πάλι μέ μαχαίρι, ὅμως ὁ Θεός τόν προστάτευσε, γιά αὐτό ἀποφάσισαν νά τόν κάψουν ζωντανό. Στόν δρόμο πρός τό μαρτύριο κάποιος τοῦρκος δύο φορές τόν κτύπησε θανάσιμα στό κεφάλι μέ ξίφος, θαυματουργικά ὅμως ὁ μάρτυς θεραπευόταν καί οἱ δήμιοι μή ὑποφέροντας νά βλέπουν τόν μάρτυρα τόν κτύπησαν μέ μαχαίρι κι ἔτσι ὁ ἅγιος Δημήτριος τήν 2α Ἰουνίου τοῦ 1657 ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ἦταν δέ τόση ἡ μανία τῶν Τούρκων πού ἔβαλαν φωτιά νά κάψουν τό τίμιο σῶμα του, θείᾳ χάριτι ὅμως αὐτό ἔμεινε σῶο καί ἔτσι τό κατέκοψαν, τά δέ λείψανά του θαυματουργοῦν μέχρι σήμερα.

Ἀπολυτίκιον

Τό νεόφωτον ἄστρον Χριστοῦ τῆς πίστεως, Φιλαδελφείας τόν γόνον, ἐν τοῖς ἐσχάτοις καιροῖς, εὐσεβείας οὐρανόν καταφωτίσαντα· πόθῳ ἀνδρείας ἀστραπαῖς καί ὑπ’ ὄχλου ἀκλινῶς ὡς θύμα σφαγιασθέντα μέλψωμεν θείας πρεσβείας αὐτοῦ πρός Κύριον δεχόμενοι.

Ποίημα Χαραλάμπους Μπούσια