ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 26 Μαΐου 2021

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΟΣ

 26 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιδ΄ 6-18

     6 Συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι. 8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. 9 οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, 10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 

11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· 12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν 17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ζ΄ 14-30

     14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε. 15 καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾿ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε διὰ τοῦτο. 22 Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ! 24 μὴ κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ᾿ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΟΣ

     Στίς 26 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Ἀλεξάνδρου. Ὁ ἅγιος Ἀλέξανδρος καταγόταν ἀπό τήν Θεσσαλονίκη καί ἐπειδή ἦταν ὄμορφος στήν ὄψη καί οἱ Τοῦρκοι τόν ἐπιβουλεύονταν, οἱ γονεῖς του σέ νεαρά ἡλικία τόν ἔστειλαν στήν Σμύρνη. Ἐκεῖ ὅμως ἔπεσε στήν ἀσέβεια καί ἀρνήθηκε τόν Κύριο καί περιφερόταν σέ διαφόρους τόπους μέ τό σχῆμα τοῦ Δερβίση. Ἐπειδή ὅμως ἐλεγχόταν ἀπό τήν συνείδησή του, ἡ συμπεριφορά του ἦταν σεμνή καί μάλιστα ἔλεγχε τούς Ἀγαρηνούς γιά τίς ἀδικίες πού ἔκαναν στούς χριστιανούς. Βρισκόμενος κάποτε στήν Αἴγυπτο ἐπέπληξε τόσο σκληρά κάποιους μουσουλμάνους, πού ἤθελαν νά τόν σκοτώσουν. Γιά αὐτό ἔφυγε ἀπό ἐκεῖ καί κατέληξε στήν Χίο, ὅπου παρέμεινε γιά δέκα ὀκτώ χρόνια ὡς Δερβίσης, διδάσκοντας τούς Τούρκους τήν σωφροσύνη μέ τό παράδειγμά του. Μετά πέρασε στήν Σμύρνη, ὅπου ἐκεῖ ὁ Θεός τόν πληροφόρησε ὅτι ἦλθε ἡ ὥρα νά τόν ὁμολογήση δημόσια. Ἔτσι παρουσιάσθηκε λίγες ἡμέρες πρίν ἀπό τήν ἑορτή τῆς Πεντηκοστῆς στόν κριτή καί τοῦ δήλωσε ὅτι εἶναι χριστιανός καί μάλιστα τοῦ πέταξε τόν δερβίσικο σκοῦφο πού φοροῦσε. Οἱ Τοῦρκοι, ἐπειδή νόμισαν ὅτι ἦταν μεθυσμένος, τόν φυλάκισαν καί τήν ἑπόμενη ἡμέρα ὅταν τόν ἀνέκριναν αὐτός καί πάλι ὁμολόγησε μέ παρρησία ὅτι εἶναι χριστιανός, γιά αὐτό τόν ξαναφυλάκισαν. Ὅταν τόν ὁδήγησαν γιά τρίτη φορά στόν κριτή, ἐπειδή ἦταν Παρασκευή, ἡ ἱερή ἡμέρα τῶν μουσουλμάνων, εἶχαν μαζευθῆ ἀγάδες, προεστοί καί πολύς λαός, τότε ὁ ἅγιος μέ πολύ θάρρος ὁμολόγησε καί πάλι τήν πίστη του, γιά αὐτό διέταξαν νά τόν ἀποκεφαλίσουν. Στίς 26 Μαΐου τοῦ 1794 ὁ δήμιος ἀπέκοψε τήν τιμία κεφαλή τοῦ ἁγίου Ἀλεξάνδρου καί ὁ μάρτυς τοῦ Χριστοῦ ἀξιώθηκε τῆς οὐρανίας μακαριότητας.

Ἀπολυτίκιον (Ἦχος πλ.α΄. Τόν συνάναρχον Λόγον)

Ἐν ἀθλήσει νομίμως Μάρτυς ἠρίστευσας, καὶ τὸν σὲ τρώσαντα πρῲην κατηγωνίσω ἐχθρὸν, καὶ Μαρτύρων κοινωνὸς ὤφθης Ἀλέξανδρε. Ὅθεν ὡς ἅγιον βλαστόν, Θεσσαλονίκη σὲ τιμᾷ, καὶ πόθῳ σοι ἀνακράζει· Μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τοὺς τιμῶντάς σε .

Μεγαλυνάριον

Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Ἀλέξανδρε Μάρτυς, καὶ καθεῖλες τὸν δυσμενῆ· ὅθεν σου τὴν μνήμην, Θεσσαλονίκη ἄγει, τιμῶσα τοὺς ἀγῶνας, τῆς σῆς ἀθλήσεως.