ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 31 Μαΐου 2021

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΡΜΕΙΑΣ

 31 Μαΐου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιβ΄ 12-17

      12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 οἱ δὲ πρὸς αὐτὴν εἶπον· μαίνῃ. ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν. 16 ὁ δὲ Πέτρος ἐπέμενε κρούων. ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ· ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. η΄ 42-52

      42 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ᾿ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ᾿ ἐκεῖνός με ἀπέστειλε. 43 διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. 48 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα;

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΡΜΕΙΑΣ

      Στίς 31 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἁγίου μάρτυρος Ἑρμείου. Ὁ ἅγιος μάρτυς Ἑρμείας ἔζησε κατὰ τοὺς χρόνους τῶν Ρωμαίων αὐτοκρατόρων Μάρκου Αὐρηλίου καὶ Ἀντωνίνου. Ἦταν στρατιώτης στὸ ἐπάγγελμα στὴν περιοχὴ τῶν Κομάνων τῆς Καππαδοκίας. Σὲ μεγάλη ἡλικία, ἐξ αἰτίας τῆς ὁμολογίας του στὸν Χριστὸ, συνελήφθη καὶ ὁδηγήθηκε στὸν Δούκα Σεβαστιανό. Ἐπειδὴ ὅμως ἀρνήθηκε νὰ θυσιάση στὰ εἴδωλα, βασανίσθηκε ἀνελέητα. Στὴν ἀρχὴ τοῦ συνέτριψαν τὴν σιαγόνα καὶ μεtὰ, ἀφοῦ τοῦ ἔβγαλαν τὸ δέρμα τοῦ προσώπου του καὶ τοῦ ξερρίζωσαν τὰ δόντια, τὸν ἔρριξαν σὲ ἀναμμένη κάμινο. Ἐπειδὴ ἔμεινε ὅμως ἀνεπηρέαστος ἀπὸ τὴν κάμινο τοῦ ἔδωσαν νὰ φάη θανατηφόρα φάρμακα. Ἀλλὰ ὄχι μόνο ἔμεινε ἀβλαβὴς, ἀλλὰ καὶ τὸν μάγο ποὺ τοῦ παρασκεύασε τὰ δηλητήρια εἵλκυσε στὴν πίστη τοῦ Χριστοῦ. Ἀφοῦ ἐπίστευσε καὶ ὁμολόγησε ὁ μάγος τὸν Κύριο ὡς ἀληθινὸ Θεὸ, θανατώθηκε καὶ ἔλαβε τὸν στέφανο τοῦ μαρτυρίου. Τοῦ δὲ μάρτυρος Ἑρμείου, ἀφοῦ τοῦ συνέτριψαν τὰ νεῦρα τοῦ σώματός του καὶ τὸν ἔβαλαν μέσα σὲ βραστὸ λάδι, τοῦ ἐτρύπησαν τὰ μάτια του. Τέλος τὸν κρέμασαν κατακέφαλα ἐπὶ τρεῖς ἡμέρες καὶ στήν συνέχεια τὸν ἀποκεφάλισαν. Μέ αὐτόν τόν τρόπο ὁ Ἅγιος Ἑρμείας ἔλαβε τὸ ἀμάραντινο στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)

Χριστῷ στρατευσάμενος, τῷ Βασιλεῖ τοῦ παντός, γενναίως διέκοψας, τὰς παρατάξεις ἐχθρῶν. Ἑρμεία πανένδοξε· σὺ γὰρ ἐγκαρτερήσας, πολυτρόποις αἰκίαις, ἤθλησας ἐν τῷ γήρᾳ, ὡς τοῦ Λόγου ὁπλίτης· ὧ πρέσβευε Ἀθλοφόρε, σώζεσθαι ἅπαντας.

Μεγαλυνάριον

Ὄπλοις ἀληθείας περιφραχθείς, κάθεῖλες τοῦ ψεύδους, Ἀθλοφόρε τὸν εὑρετήν, ἐν γήρᾳ νεάζον, ψυχῆς φρόνημα φέρων, καὶ ἤθλησας νομίμως, Ἑρμεία ἔνδοξε.