ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 30 Απριλίου 2021

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

 30 Ἀπριλίου

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ματθ. κζ΄ 1-38. Λκ. κγ΄ 39-43. Ματθ. κζ΄ 39-54. Ἰωάν. ιθ΄ 31-37. Ματθ. κζ΄ 55-61

1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις 4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.

 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω. 23 ὁ δὲ ἡγεμὼν ἔφη· τί γάρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω. 24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶ πλέξαντες στέφανον ἐκ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. 42 καὶ ἔλεγε τῷ Ἰησοῦ· μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾿ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. 36 ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. 57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ· 58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. 59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61 Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

    Τήν Ἁγία καί Μεγάλη Παρασκευή ἐπιτελοῦμε τά ἅγια, σωτήρια καί φρικτά Πάθη τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τά ὁποῖα καταδέχτηκε γιά χάρη μας, δηλαδή τούς ἐμπτυσμούς, τά κοροϊδευτικά γέλια, τά χτυπήματα, τούς κολαφισμούς, τίς ὕβρεις, τήν πορφυρή χλαίνη, τό καλάμι, τόν σπόγγο, τό ξύδι, τά καρφιά, τήν λόγχη καί τέλος τόν σταυρό καί τόν θάνατο, τά ὁποῖα συνέβησαν ὅλα τήν Παρασκευή.

    Ἀφοῦ ὁ Ἰούδας πρόδωσε τόν Κύριο στά χέρια τῶν ἐχθρῶν του, τόν ἔφεραν δεμένο στόν ἀρχιερέα Ἄννα, ὁ ὁποῖος τόν ἔστειλε στόν Καϊάφα. Ἐκεῖ τόν περιγελοῦσαν, τόν χτυποῦσαν καί ἀφοῦ τοῦ ἔδεσαν τά μάτια, τοῦ ἔλεγαν κοροϊδευτικά, “προφήτευσε Χριστέ ποιός σέ χτύπησε;” Μετά ἔφεραν ψευδομάρτυρες κι ὅταν ξημέρωσε τόν παρέδωσαν στόν Πιλάτο, ὁ ὁποῖος ἐξετάζοντάς τον, κατάλαβε ὅτι ἡ αἰτία πού τόν δίκαζαν ἦταν ὁ φθόνος τους. Μάλιστα τόν ἔστειλε στόν Ἡρώδη, βασιλιά τῆς Γαλιλαίας κι οὔτε αὐτός βρῆκε κάτι ἄξιο κατηγορίας. Κατά τήν συνήθειά τους οἱ Ἰουδαίοι ἐλευθέρωναν τό Πάσχα κάποιο κρατούμενο. Ὁ παράνομος λαός ὅμως προτίμησε νά ἀπελευθερώσει ἕναν φοβερό ληστή, τόν Βαραβᾶ καί φώναζε δυνατά: τό κρίμα τοῦ θανάτου του ἄς πέσει στά κεφάλια μας καί στά κεφάλια τῶν παιδιῶν μας. Παρόλο πού ὁ Πιλάτος ὁμολόγησε ὅτι ὁ Κύριος ἦταν ἀθῶος, ὑποχώρησε στήν κακία τῶν Ἰουδαίων καί τόν παρέδωσε νά σταυρωθεῖ. Τότε μεταμελήθηκε ὁ Ἰούδας κι ἀφοῦ πέταξε τά ἀργύρια τῆς προδοσίας, κρεμάστηκε καί πέθανε μέ φρικτό τρόπο.

    Ἔχοντας πλέον οἱ στρατιῶτες τόν Ἰησοῦ στήν ἐξουσία τους, τόν κορόϊδευαν, τόν χτυποῦσαν, τόν βασάνιζαν καί τέλος τοῦ φόρτωσαν στούς ὥμους τόν σταυρό. Τότε εἶδαν ὅτι ὁ Χριστός ἦταν ἀποκαμωμένος ἀπό τά βάσανα καί γιά νά μήν πεθάνει πρίν τόν σταυρώσουν, ἀγγάρευσαν τόν Σίμωνα τόν Κυρηναῖο νά μεταφέρει γιά τήν ὑπόλοιπη διαδρομή τόν σταυρό τοῦ Κυρίου. Γιά νά νομισθεῖ ὅτι ἦταν κακοῦργος, σταύρωσαν συγχρόνως δύο ληστές, ἕνα στά δεξιά κι ἕναν ἀριστερά του. Ἀκόμα καί πάνω στόν σταυρό τόν κορόϊδευαν καί τοῦ ἔλεγαν, ἐάν εἶσαι Θεός, κατέβα ἀπό τόν σταυρό γιά νά σέ πιστέψουμε.

    Ἐπί τρεῖς ὧρες σκοτείνιασε ὁ οὐρανός κι ἔγινε σεισμός γιά νά φανερωθεῖ ὅτι ἦταν βασιλιάς ὄχι μόνο τοῦ Ἰσραήλ, ἀλλά ὁλόκληρου τοῦ κόσμου. Πολλοί ἀναστήθηκαν, πέτρες σχίσθηκαν, τό καταπέτασμα τοῦ ναοῦ σχίσθηκε κι αὐτό στά δύο, ξεσκεπάζοντας ὅσα μέχρι τότε ἦταν ἀπρόσιτα στούς πολλούς. Ὅλα αὐτά τά παράδοξα ἔκαναν τόν καλό ἑκατόνταρχο Λογγῖνο νά πιστέψει καί νά φωνάξει: “Ἀληθῶς Θεοῦ Υἱός ἦν οὗτος”.

    Ὁ ἕνας ληστής ἦταν κακόγνωμος καί ἔβριζε τόν Χριστό, ὁ ἄλλος ὅμως παρακαλοῦσε τόν Κύριο νά τόν θυμηθεῖ στή Βασιλεία Του κι ἔτσι ἔγινε ὁ πρῶτος κάτοικος τοῦ παραδείσου. Τότε ὁ Ἰησοῦς εἶπε “διψῶ”, ἀλλά ἀκόμα καί τότε ἀντί νά ἀνακουφίσουν τήν δίψα του, τόν πότισαν ξύδι καί χολή. Κατόπιν εἶπε “τετέλεσται” κι ἀφοῦ ἔγειρε τό κεφάλι του παρέδωσε τό πνεῦμα, φανερώνοντας ὅτι πέθανε ἐκουσίως. Τοῦ συμπαραστάθηκαν ἡ Παναγία καί ὁ ἅγιος Ἰωάννης ὁ Θεολόγος, στόν ὁποῖο ἀνέθεσε ὁ Κύριος τήν φροντίδα τῆς ἁγίας Μητέρας Του.

   Γιά νά μήν μείνουν τά σώματα τῶν καταδικασμένων ἐπάνω στόν σταυρό τήν ἡμέρα τοῦ Πάσχα, παρακάλεσαν τόν Πιλάτο νά ἐπιταχύνει τόν θάνατό τους, συντρίβοντας τά σκέλη τους. Ὁ Χριστός ὅμως εἶχε ἤδη πεθάνει γι’ αὐτό δέν πείραξαν τό σῶμα του, μόνο λόγχισαν τήν πλευρά του, ἀπό τήν ὁποία κατά θαυμαστό τρόπο βγῆκε αἷμα καί νερό, φανερώνοντας δύο θεμελιώδη μυστήρια τῆς πίστεώς μας, τό βάπτισμα καί τήν θεία Κοινωνία. Ὅλα τά σχετικά μέ τό Πάθος τοῦ Κυρίου ἦταν ἤδη προφητευμένα.

    Τό βράδυ ὁ Ἰωσήφ ἐξ Ἀριμαθαίας καί ὁ Νικόδημος, κρυφός μαθητής τοῦ Κυρίου, ζήτησαν τό σῶμα Του ἀπό τόν Πιλάτο καί τό ἐνταφίασαν σε καινούργιο τάφο, ἀφοῦ τόν εἶχαν τυλίξει μέ καθαρό σεντόνι ἀλειμμένο μέ σμύρνα καί ἀλόη. Ἔβαλαν στήν εἴσοδο τοῦ τάφου ἕναν μεγάλο βράχο κι ἔφυγαν.

Τῇ περί ἡμᾶς ὑπεραπείρῳ σου εὐσπλαγχνία, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Ἀπολυτίκιον (Ἦχος β΄.)

Ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι· τῷ σταυρῷ προσηλωθείς καί τῇ λόγχῇ κεντηθείς, τήν ἀθανασίαν έπήγασας άνθρώποις· Σωτήρ ἡμῶν, δόξα σοι.