ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 26 Απριλίου 2021

ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ

 26 Ἀπριλίου

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ματθ. κδ΄ 3-35

     3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 

10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. 15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Διανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ -ὁ ἀναγινώσκων νοείτω- 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη, 17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς ἢ ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25 Ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾿ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΔΕΥΤΕΡΑΣ

    Τήν Ἁγία καί Μεγάλη Δευτέρα ξεκινᾶ ἡ ἀνάμνηση τῶν Ἁγίων Παθῶν τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ. Θυμόμαστε ἀφ’ ἑνός τόν Πάγκαλο Ἰωσήφ, υἱό τοῦ Πατριάρχη Ἰακώβ καί ἀφ’ ἑτέρου το περιστατικό τῆς ξηρανθείσης συκῆς. Ὁ μακάριος Ἰωσήφ θεωρεῖται προτύπωση τοῦ Χριστοῦ, διότι ἦταν ὁ τελευταῖος υἱός τοῦ Ἰακώβ καί φθονήθηκε ἀπό τούς ἴδιους του τούς ἀδελφούς, ἐξ αἰτίας κάποιων ὀνείρων, σύμφωνα μέ τά ὁποῖα κάποτε θά τόν προσκυνοῦσαν. Πρῶτα τόν ἔριξαν σέ ἕνα ξεροπήγαδο, διότι δῆθεν δέν ἤθελαν νά τόν σκοτώσουν καί μετά τόν πούλησαν σέ Ἰσμαηλίτες γιά τριάντα ἀργύρια. Τόν δέ πατέρα τους Ἰακώβ ἐξαπάτησαν, δείχνοντάς του τόν χιτώνα τοῦ Ἰωσήφ λερωμένο μέ αἷμα προβάτου καί λέγοντάς του, ὅτι τόν ἔφαγαν τά θηρία στήν ἔρημο. Οἱ Ἰσμαηλίτες μέ τήν σειρά τους τόν πούλησαν στόν ἀρχιευνοῦχο τοῦ βασιλιᾶ τῆς Αἰγύπτου, Πετεφρῆ.
    Ἡ γυναίκα τοῦ Πετεφρῆ δυστυχῶς προσπάθησε μέ λόγια, ἀλλά καί χειρονομίες νά τόν παρασύρει σέ μοιχεία. Ἐκεῖνος ὅμως, ἐπειδή ἦταν θεοσεβῆς, δέν συμφώνησε καί προκειμένου νά ξεφύγει, ἄφησε τό ροῦχο του στά χέρια της καί γλύτωσε. Ἐκείνη θυμωμένη τόν συκοφάντησε, ὅτι τῆς ἐπιτέθηκε, γι’ αὐτό καί τόν φυλάκισαν. Ἐπειδή ὅμως μπόρεσε νά ἑρμηνεύσει τά ὄνειρα κάποιων καταδίκων, ἀλλά καί τοῦ βασιλιᾶ, βγῆκε ἀπό τήν φυλακή κι ἔγινε κύριος ὅλης τῆς Αἰγύπτου. Ὅταν κάποτε ἔλειψε τό σιτάρι, οἱ ἀδελφοί κι ὁ πατέρας του πῆγαν στήν αὐλή τοῦ βασιλιᾶ τῆς Αἰγύπτου, νά ἀγοράσουν σιτάρι. Ὁ Πάγκαλος Ἰωσήφ τούς δέχτηκε, τούς συγχώρεσε κι ἔτσι ἑνώθηκε πάλι ἡ οίκογένεια.
Μέ τόν ἴδιο τρόπο λοιπόν φθονήθηκε κι ὁ Χριστός ἀπό τούς Ἰουδαίους, πουλήθηκε ἀπό τόν Ἰούδα στούς ἀρχιερεῖς γιά τριάντα ἀργύρια, οἱ ὁποίοι ἔφτασαν στό σημεῖο νά Τόν βάλουν στόν σκοτεινό τάφο. Κατόπιν αὐτεξουσίως βγῆκε ὁ Κύριος ἀπό τόν Ἅδη καί βασίλευσε στήν Αἴγυπτο, δηλαδή στόν κόσμο τῆς ἁμαρτίας. Μᾶς ἐξαγόρασε χάρις στήν φιλανθρωπία του καί ἔκτοτε μᾶς τρέφει μέ τό οὐράνιο σιτάρι, δηλαδή τήν ζωηφόρο σάρκα του.
    Τήν ἴδια ἡμέρα θυμόμαστε τήν συκιά πού ξεράθηκε, ἀφοῦ τήν καταράστηκε ὁ Κύριος, διότι δέν ἔκανε καρπούς. Τό δέντρο τῆς συκιᾶς συμβολίζει τήν συναγωγή τῶν Ἰουδαίων, ἡ ὁποία πλέον ἦταν ἄκαρπη. Κάποιοι ρωτοῦν γιατί καταράστηκε τό ἄψυχο ξύλο, πού δέν ἔφταιξε σέ κάτι. Ἡ ἀπάντηση εἶναι, ὅτι οἱ Ἑβραῖοι, βλέποντας τά θαύματα πού ἐπιτελοῦσε, νόμιζαν, ὅτι ὁ Χριστός μας εῖχε μόνο εὐεργετική δύναμη καί ὄχι τιμωρητική. Θέλησε λοιπόν νά τό δείξει στόν ἀχάριστο λαό, τιμωρώντας ὄχι ἄνθρωπο, ἀλλά ἕνα ἄψυχο δέντρο. Μέ τόν ἴδιο τρόπο καί στήν ψυχή πού δέν ἔχει πνευματικά ἀγαθά στήν παροῦσα ζωή, δέν βρίσκει ἀνάπαυση ὁ Κύριος. Τήν ξηραίνει καί τήν καταδικάζει στό αἰώνιο πῦρ.

Ἀπολυτίκιον (Ἦχος πλ. δ’.)

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Κοντάκιον (Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς.)

Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, καὶ νέμοντος στέφος ἄφθαρτον