ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 1 Απριλίου 2021

Ἡ ὥρα τῆς προσευχῆς: τό Ψαλτήριον (114)

Ψαλμός 114
᾿Αλληλούϊα. - ΗΓΑΠΗΣΑ, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 2 ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν μου. 5 ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. 6 φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. 7 ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, 8 ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.