ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 27 Μαρτίου 2021

ΑΓΙΑ ΜΑΤΡΩΝΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

 27 Μαρτίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. γ΄ 12-16

      12 Βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, 15 ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. α΄ 35-44

      35 Καὶ πρωΐ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ, 37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. 38 καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. 39 καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41 ὁ δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. 42 καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ᾿ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ· 44 ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΑ ΜΑΤΡΩΝΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

      Στίς 27 Μαρτίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ἁγίας Ματρώνης, ἡ ὁποία ἔζησε κατὰ τοὺς ἀρχαίους χριστιανικοὺς χρόνους, ὅταν τὸ Εὐαγγέλιον καταδιωκόταν ὄχι μόνο ἀπὸ τοὺς ἐθνικούς, ἀλλὰ καὶ ἀπὸ τοὺς Ἰουδαίους. Ἡ Ἁγία Ματρώνα ὑπηρετοῦσε στὸ σπίτι ἑνὸς ἀνώτερου ἀξιωματικοῦ, ἑβραϊκῆς καταγωγῆς. Ἐν ἀγνοίᾳ τῶν κυρίων της ἡ Ἁγία Ματρώνα ἔγινε χριστιανή. Γιὰ ἕνα χρονικὸ διάστημα ἡ μεταστροφή της δὲν ἔγινε γνωστή. Ὅμως γρήγορα τὸ ἔμαθε ἡ κυρία της, ὀνόματι Παντίλλα, ἡ ὁποία ἄλλαξε συμπεριφορὰ ἀπέναντί της καὶ δὲν δίστασε νὰ τὴν κακοποιήσει ἀγρίως. Ἡ Ἁγία Ματρώνα δὲν ἐπηρεάστηκε ἀπ᾽ τὴ συμπεριφορὰ τῆς κυρίας. Ἔμεινε σταθερὴ στὴν πίστη της καὶ ἀρνήθηκε νὰ ὑπακούσει στὶς συμβουλὲς τῆς Παντίλλας. Τὰ πράγματα ἔφθασαν στὸ ἀπροχώρητο καὶ ἡ Ἑβραία κυρία βασάνισε ἐκ νέου τὴν Ἁγία καὶ τὴν ὁδήγησε στὴ φυλακὴ ὅπου εἶχε μαρτυρικὸ θάνατο.

Τὸ ἀπολυτίκιο τῆς Ἁγίας Ματρώνης ἀναφέρει:

«Γνώμην ἀήττητον, Ματρῶνα φέρουσα, πίστιν τὴν ἔνθεον, ἄσυλον ἔσωσας, μὴ δουλωθεῖσα τὴν ψυχήν, Ἑβραίων τῇ ἀπηνείᾳ· ὅθεν ἀριστεύσασα, καὶ τὸν δόλιον κτείνασαι, μυστικῶς νενύμφευσαι, τῷ Δεσπότῃ τῆς κτίσεως. Αὐτὸν οὖν ἐκτενῶς ἐκδυσώπει, πάσης ἡμᾶς ρυσθῆναι βλάβης».
Πρωτ. Δ.Δ.Τ.