ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 28 Μαρτίου 2021

ΑΠΟΣΤΟΛΟΣ ΗΡΩΔΙΩΝ

 28 Μαρτίου

 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. α΄ 10 – β΄ 3

     10 Καὶ σὺ κατ᾿ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

    1 Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραῤῥυῶμεν. 2 εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. β΄ 1-12

     1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. 2 καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας – λέγει τῷ παραλυτικῷ. 11 σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΟΣ ΗΡΩΔΙΩΝ

     Στίς 28 Μαρτίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ Ἁγίου Ἡρωδίωνος, ἑνός ἐκ τῶν Ἑβδομήκοντα Ἀποστόλων. Ὁ Ἅγιος Ἡρωδίων μετά τήν ἀνάληψη τοῦ Κυρίου ἀκολούθησε τούς Ἁγίους Ἀποστόλους στήν διάδοση τοῦ Εὐαγγελίου καί μάλιστα τόν κορυφαῖο τῶν Ἀποστόλων, Ἅγιο Πέτρο, γενόμενος συνεργός του στό κήρυγμα. Ἔπειτα χειροτονήθηκε Ἐπίσκοπος τῶν Νέων Πατρῶν, ὅπου μέ τό κήρυγμά του πολλούς εἰδωλολάτρες ὁδήγησε στήν πίστη. Γιά τόν λόγο αὐτό συνελήφθη ἀπό τούς Ἕλληνες καί τούς Ἰουδαίους, οἱ ὁποίοι τόν ἔδειραν ἀνελέητα. Ἦταν τόση ἡ μανία τους, πού ἄλλοι τόν κτυποῦσαν στό στόμα μέ πέτρες καί ἄλλοι στό κεφάλι. Στό τέλος τόν ὁδήγησαν στήν σφαγή, ὅπου ὁ ἀοίδιμος μάρτυς τοῦ Χριστοῦ Ἡρωδίωνας παρέδωσε τήν τιμία ψυχή του στὰ χέρια τοῦ Θεοῦ.

Ἀπολυτίκιον

Τῆς Ὑπάτης φωστῆρα καί ποιμένα θεόληπτον, τοῦ Παρακλήτου σέ χάρις, Ἠρῳδίων ἀνέδειξεν ἐν ταύτῃ γάρ Ἀπόστολε τό φῶς ἐκήρυξας τό θεῖον τοῦ Χριστοῦ, καί ὡδήγησας πρός πίστιν τήν ἀληθήν τούς εὐσεβῶς βοῶντάς σοι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διά σοῦ, ἡμῖν τά κρείττονα.