ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 22 Φεβρουαρίου 2021

Ο ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ Ο ΕΝ ΠΑΥΛΟΠΕΤΡΙῼ

 22 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Πέτρ. α΄ 20 – β΄ 9

     20 Τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. 21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.

     β΄ 1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. 4 εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐῤῥύσατο· – 8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· – 9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ΄ 9-13

     9 Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. 10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ Ο ΕΝ ΠΑΥΛΟΠΕΤΡΙῼ

     Στίς 22 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν καί ὁμολογητοῦ Ἀθανασίου τοῦ ἐν τῷ Παυλοπετρίῳ. Ὁ ἅγιος Ἀθανάσιος καταγόταν ἀπό τήν Κωνσταντινούπολη, ἀπό γονεῖς εὐσεβεῖς καί πολύ πλούσιους, ποὺ τὸν ἀνέθρεψαν μέ φόβο καί νουθεσία Κυρίου. Σέ νεαρά ἡλικία, ἐπειδή ἦταν εὐσεβής καί φιλομόναχος, ἐνδύθηκε τό μοναχικό σχῆμα σέ κάποιο μοναστήρι τῆς περιοχῆς τῆς Νικομήδειας. Ὁ ἀοίδιμος Ἀθανάσιος προόδευσε τόσο πολύ στήν ἀρετή καί στήν ἄσκηση, ὥστε ἔφθασε ἡ φήμη του ὥς τό παλάτι. Ἐκείνη τήν ἐποχή αὐτοκτάτορας ἦταν ὁ Λέων ὁ Ἀρμένιος, ὁ εἰκονομάχος. Ὅταν ὁ βασιλέας ἔμαθε ὅτι ὁ δοῦλος τοῦ Θεοῦ Ἀθανάσιος σεβόταν καί προσκυνοῦσε τίς εἰκόνες διέταξε νά τόν συλλάβουν καί νά τόν βασανίσουν σκληρά. Ἔτσι ὁ μακάριος Ἀθανάσιος, ἀφοῦ βασανίσθηκε καί δοκίμασε πολλές καί πικρές θλίψεις, ἀκόμα δε καί τήν ἐξορία καί μένοντας μέχρι τέλος στέρεος στήν ὀρθόδοξη πίστη, κοιμήθηκε ἐν Κυρίῳ.