ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 6 Φεβρουαρίου 2021

Ο ΟΣΙΟΣ ΒΟΥΚΟΛΟΣ

6 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. δ΄ 17 – ε΄5

     17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· 19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· 20 οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾿ ἐν δυνάμει. 21 τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;

     ε΄ 1 Ὄλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας! 3 ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κδ΄ 1-13

     1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ᾧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται. 3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. 6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. 7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΒΟΥΚΟΛΟΣ

     Στίς 6 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης. Ὁ Ἅγιος Βουκόλος ἔζησε κατά τούς ἀποστολικούς χρόνους καί ἔγινε κατοικητήριο τοῦ Ἁγίου Πνεύματος καθαρίζοντας τόν ἑαυτό του ἀπό τά πάθη καί τίς ἀδυναμίες. Γι᾽ αὐτό ὅταν ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος και Εὐαγγελιστής ἦλθε στήν Σμύρνη καί τόν εὗρε ἄξιο καί δόκιμο, τον χειροτόνησε Ἐπίσκοπο τῆς Σμύρνης. Ἔτσι ὁ Ἅγιος Βουκόλος καθ᾽ ὅλη τήν ἐπισκοπική του διακονία δίδαξε καί ἐποίμανε μέ ἀγάπη το ποίμνιο, πού τοῦ ἐμπιστεύθηκε ὁ Κύριος, ἐλευθέρωσε πολλούς εἰδωλολάτρες ἀπό τούς δαίμονες καί τούς ὁδήγησε βαπτίζοντάς τους στήν ἀλήθεια τοῦ Χριστοῦ. Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Εἰς τὴν διακονίαν του ταύτην ὁ εὐπαίδευτος ζηλωτὴς ἱεράρχης ὑπηρέτησε μὲ ὅλην τὴν εὐσυνειδησίαν, τὴν θερμότητα καὶ τὴν αὐταπάρνησιν τῶν ἡρωϊκῶν καὶ μαρτυρικῶν ἐκείνων χρόνων. Ὑπῆρξε πατὴρ πρὸς τοὺς χριστιανούς του καὶ εἰς τὴν διδασκαλίαν καὶ εἰς τὴν ὑπεράσπισίν των, ὅταν ἐκινδύνευον ἀπὸ τοὺς ἐχθροὺς τοῦ Εὐαγγελίου· πρὸς δὲ τὰ εἰδωλολατρικὰ πλήθη ἐφέρετο μὲ θαυμασίαν σύνεσιν καὶ ἀγάπην, προσέχων μὲν νὰ μὴ τὰ ἐξερεθίζῃ, ἀλλὰ καὶ προσπαθῶν μὲ ὅλην τὴν τέχνην νὰ ἑλκύῃ πολλοὺς ἐξ αὐτῶν εἰς τὴν χριστιανικὴν πίστιν». Ὅταν ἦλθε ἡ ὥρα νά ἀναχωρήση πρός τήν ἄνω Ἱερουσαλήμ, ἀφοῦ χειροτόνησε διάδοχό του τον Ἅγιο Πολύκαρπο ἐξεδήμησε. Μάλιστα ἡ Παράδοση ἀναφέρει ὅτι στόν τόπο, πού ἐνταφιάσθηκε ἐπέτρεψε ὁ Θεός νά βλαστήση δένδρο, τό ὁποῖο χάριζε τήν ἴαση στούς πάσχοντες.

Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Ὡς διαλάμπων ἀρετῶν ταῖς ἀκτῖσι, τοῦ ἐν τῷ στήθει τοῦ Δεσπότου πεσόντος, ἐκ πόθου προσεπέλασας τῷ θείῳ φωτί· ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας, ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν, Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε».